Ancient Greek · ~11 min
Chapter 55
Athanasius Alexandrinus, Oratio II contra Arianos 55
Not analysed yet
55. Διὰ τὸ μαρτυρῆσαι ἄρα, καὶ ὑπὲρ ἡμῶν ἀναδέξασθαι θάνατον, καὶ διὰ τὸ ἀναστῆσαι τοὺς ἀνθρώπους, καὶ ‘λῦσαι τὰ ἔργα τοῦ διαβόλουʼ ἐλήλυθεν ὁ Σωτὴρ, καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, Ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει· θάνατος δὲ πῶς ἂν ἐγεγόνει, εἰ μὴ τὸ ἀποθνῆσκον ἐσχήκει σῶμα; Τοῦτο παῤ αὐτοῦ μαθὼν καὶ ὁ ἀπόστολος ἔλεγεν· ‘Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας· ᾿καὶ, ‘Ἐπειδὴ γὰρ διʼ ἀνθρώπου ὁ θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν·’ καὶ πάλιν, ‘Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἀμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ πνεῦμα.’ Καὶ ὁ δὲ Ἰωάννης φησὶν, ‘Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ, Πάλιν δὲ καὶ ὁ Σωτὴρ διʼ ἑαυτοῦ ἔλεγεν, ‘Εἰς κρῖμα ἐγὼ ἐλήλυθα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. ᾿Οὐ δι᾿ ἑαυτὸν ἄρα, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ διὰ τὸ καταργηθῆναι τὸν θάνατον, καὶ διὰ τὸ κατακριθῆναι τὴν ἁμαρτίαν, καὶ διὰ τὸ ἀναβλέψαι τυφλοὺς, καὶ διὰ τὸ ἀναστῆναι πάντας ἐκ νεκρῶν ἐλήλυθεν. Εἰ δὲ μὴ διʼ ἑαυτὸν ἐλήλυθεν, ἀλλὰ δι᾿ ἡμᾶς, οὐ δι᾿ ἑαυτὸν ἄρα, ἀλλὰ δʼ ἡμᾶς ‘κτίζεται.’ Εἰ δὲ οὐ διʼ ἑαυτὸν κτίζεται, ἀλλὰ δι᾿ ἡμᾶς, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσάμενος σάρκα, ταῦτα λέγει. Καὶ ὅτι ταύτην τὴν διάνοιαν ἔχουσιν αἱ γραφαὶ, ἐξὸν παρὰ τοῦ ἀποστόλου μαθεῖν· φησὶ γὰρ ἐν τῇ πρὸς Ἐφεσίους, ‘τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. ᾿Εἰ δὲ ἐν αὐτῷ κτίζονται οἱ δύο, καὶ οὗτοί εἰσιν ἐν τῷ σώματι αὐτοῦ, εἰκότως ἄρα, φορῶν τοὺς δύο ἐν αὐτῷ, ὡς αὐτός ἐστι κτισθείς· τοὺς γὰρ κτισθέντας ἐν ἑαυτῷ ἥνωσε, καὶ ἦν αὐτὸς ἐν αὐτοῖς, ὡς ἐκεῖνοι, Οὕτω δὲ τῶν δύο κτισθέντων ἐν αὐτῷ, ἁρμοζόντως ἂν λέγοι, ‘Κύριος ἕκτισέ με. ᾿Ὥσπερ γὰρ τὰς ἡμῶν ἀσθενείας δεχόμενος, λέγεται αὐτὸς ἀσθενεῖν, καίτοι μὴ ἀσθενῶν αὐτὸς, (δύναμις γάρ ἐστι τοῦ Θεοῦ,) ‘ἁμαρτία τε ὑπὲρ ἡμῶν γέγονε καὶ κατάρα,ʼ καίτοι μὴ ἁμαρτήσας αὐτὸς, ἀλλ᾿ ὅτι τὰς ἁμαρτίας ἡμῶν καὶ τὴν κατάραν ἐβάστασεν αὐτὸς, οὕτως ἡμᾶς ἐν αὐτῷ κτίζων, λεγέτω ὅτι καὶ ‘ἔκτισέ με εἰς ἔργα,’ καίτοι κτίσμα μὴ ὢν αὐτός.