Ancient Greek · ~7 min
Chapter 65
Athanasius Alexandrinus, Oratio II contra Arianos 65
Not analysed yet
65. Τῆς ἀληθείας τοίνυν δειξάσης μὴ εἶναι κατὰ φύσιν κτίσμα τὸν Λόγον, ἀκόλουθον λοιπὸν εἰπεῖν, πῶς καὶ ‘ἀρχὴ τῶν ὁδῶν᾿ εἴρηται. Ἐπειδὴ γὰρ ἡ πρώτη ἡ διὰ τοῦ Ἀδὰμ ὁδὸς ἀπώλετο, καὶ ἀντὶ τοῦ παραδείσου ἐξεκλίναμεν εἰς τὸν θάνατον, ἠκούσαμέν τε, ‘γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ,ʼ διὰ τοῦτο ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος βουλήσει τοῦ Πατρὸς ἐνδιδύσκεται τὴν κτισθεῖσαν σάρκα, ἵνα ἣν ἐνέκρωσεν ὁ πρῶτος ἄνθρωπος διὰ τῆς παραβάσεως, ταύτην αὐτὸς ἐν τῷ αἵματι τοῦ ἰδίου σώματος ζωοποιήσῃ, ποιήσῃ, καὶ ἐγκαινίσῃ ‘ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν,ʼ ὡς εἴρηκεν ὁ ἀπόστολος, ‘διὰ τοῦ καταπετάσματος, τουτέστι διὰ τῆς σαρκὸς αὐτοῦ. ᾿Ὅπερ καὶ ἐν ἑτέρῳ σημαίνων, φησὶν, ‘ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. ʼ Εἰ δὲ καινὴ κτίσις γέγονεν, ἔδει ταύτης τῆς κτίσεως πρῶτόν τινα εἶναι· ἄνθρωπος μὲν οὖν ψιλὸς καὶ μόνον ‘χοϊκὸς,᾿ οἷοι γεγόναμεν ἡμεῖς ἐκ τῆς παραβάσεως, οὐκ ἠδύνατο εἶναι. Καὶ γὰρ καὶ ἐν τῇ πρώτῃ κτίσει ἄπιστοι γεγόνασιν οἱ ἄνθρωποι, καὶ διʼ αὐτῶν ἀπώλετο ἡ πρώτη· χρεία δὲ ἦν ἄλλου τοῦ ἀνανεοῦντος καὶ τὴν πρώτην, καὶ τὴν καινὴν γενομένην διατηροῦντος. Οὐκοῦν φιλανθρώπως οὐχ ἕτερός τις, ἀλλʼ ὁ Κύριος, ἀρχὴ τῆς καινῆς κτίσεως κτίζεται ὁδὸς, καὶ εἰκότως λέγει· ‘Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,᾿ ἵνα μηκέτι κατὰ τὴν πρώτην ἐκείνην ὁ ἄνθρωπος πολιτεύηται, ἀλλʼ ὡς ἀρχῆς οὔσης καινῆς κτίσεως, καὶ τὸν Χριστὸν ἔχοντες ταύτης ‘ἀρχὴν ὁδὼν,ʼ τούτῳ λοιπὸν ἀκολουθῶμεν λέγοντι· ‘Ἐγὼ εἰμι ἡ ὁδός.’ Τοῦτο γὰρ διδάσκων καὶ ὁ μακάριος ἀπόστολος ἐν τῇ πρὸς Κολοσσαεῖς, ἔλεγεν, ‘αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων.’