Ancient Greek · ~11 min
Chapter 67
Athanasius Alexandrinus, Oratio II contra Arianos 67
Not analysed yet
67. Πότε οὖν ἔλαβε τὰ ἔργα εἰς τὸ τελειῶσαι, ὦ θεομάχοι; ἐκ γὰρ τούτου καὶ τὸ ‘ἔκτισεʼ γνωσθήσεται. ‘Κατὰ μὲν οὖν τὴν ἀρχὴν, ὅτε ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ ἐποίει,ʼ ἐὰν εἴπητε, ψεῦδός ἐστιν· οὔπω γὰρ ἦν γενόμενα· φαίνεται δὲ λέγων, ὡς τὰ ἤδη ὄντα λαμβάνων. Ἀλλʼ οὐδὲ τὸν πρὸ τοῦ γένηται ὁ Λόγος σὰρξ χρόνον εἰπεῖν εὐαγὲς, ἵνα μὴ περιττὴ λοιπὸν αὐτοῦ ἡ ἐπιδημία φανῇ· τούτων γὰρ χάριν καὶ ἡ ἐπιδημία ἐγένετο. Οὐκοῦν λείπει λοιπὸν εἰπεῖν ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε ἔλαβε τὰ ἔργα· τότε γὰρ αὐτὰ καὶ ἐτελείωσεν, ἰασάμενος τὰ τραύματα ἡμῶν, καὶ χαρισάμενος ἡμῖν τὴν ἐκ νεκρῶν ἀνάστασιν. Εἰ δὲ ὅτε γέγονεν ὁ Λόγος σὰρξ, τότε ἐδόθη αὐτῷ τὰ ἔργα, δῆλον ὅτι, ὅτε γέγονεν ἄνθρωπος, τότε καὶ ‘εἰς τὰ ἔργα κτίζεται.’ Οὐκ ἄρα τῆς οὐσίας αὐτοῦ σημαντικόν ἐστι τὸ ‘ἔκτισεν,ʼ ὥσπερ πολλάκις εἴρηται, ἀλλὰ τῆς σωματικῆς αὐτοῦ γενέσεως. Τότε γὰρ διὰ τὸ γεγενῆσθαι ἀπὸ τῆς παραβάσεως ἀτελῆ καὶ χωλὰ τὰ ἔργα, λέγεται σωματικῶς ὅτι ‘κτίζεται,ʼ ἵνα, τελειώσας αὐτὰ καὶ ὁλόκληρα ποιήσας, παραστήσῃ τῷ Πατρὶ τὴν ἐκκλησίαν, ὡς εἶπεν ὁ ἀπόστολος, ‘μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. ᾿Τετελείωται οὖν ἐν αὐτῷ καὶ ἀποκατεστάθη, ὥσπερ ἦν καὶ κατὰ τὴν ἀρχὴν γεγονὸς, τὸ ἀνθρώπινον γένος, καὶ μείζονι μᾶλλον ‘χάριτι·’ ἀναστάντες γὰρ ἐκ νεκρῶν, οὐκέτι φοβούμεθα θάνατον, ἀλλʼ ἐν Χριστῷ βασιλεύσομεν ἀεὶ ἐν τοῖς οὐρανοῖς. Τοῦτο δὲ γέγονεν, ἐπειδὴ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἴδιος καὶ ἐκ τοῦ Πατρὸς ὢν ἐνεδύσατο τὴν σάρκα, καὶ γέγονεν ἄνθρωπος. Εἰ γάρ, κτίσμα ὢν, ἐγεγόνει ἄνθρωπος, ἔμενεν οὐδὲν ἧττον ὁ ἄνθρωπος, ὥσπερ καὶ ἧν, οὐ συναφθεὶς τῷ Θεῷ. Πῶς γὰρ ἂν, ποίημα ὢν, διὰ ποιήματος συνήπτετο τῷ κτίστῃ; ἢ ποία βοήθεια παρὰ τῶν ὁμοίων τοῖς ὁμοίοις γένοιτʼ ἂν, δεομένων καὶ αὐτῶν τῆς αὐτῆς βοηθείας; πῶς δὲ, εἴπερ κτίσμα ἧν ὁ Λόγος, τὴν ἀπόφασιν τοῦ Θεοῦ λῦσαι δυνατὸς ἦν, καὶ ἀφεῖναι τὴν ἁμαρτίαν, γεγραμμένου παρὰ τοῖς προφήταις, ὅτι τοῦτο Θεοῦ ἐστι; ‘Τίς γὰρ Θεὸς ὥσπερ σὺ, ἐξαίρων ἁμαρτίας, καὶ ὑπερβαίνων βαίνων ἀνομίας; 6 Ὁ μὲν γὰρ Θεὸς εἷπε, ‘γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·’ οἱ δὲ ἄνθρωποι γεγόνασι θνητοί, Πῶς τοίνυν οἷόν τε ἦν παρά τῶν γενητῶν λυθῆναι τὴν ἁμαρτίαν; ἀλλʼ ἔλυσέ γε αὐτὸς ὁ Κύριος, ὡς εἶπεν αὐτὸς, ‘ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ· ᾿καὶ ἔδειξεν ἀληθῶς ὁ Υἱὸς ὁ ἐλευθερώσας, ὡς οὐκ ἔστι κτίσμα, οὐδὲ τῶν γενητῶν, ἀλλὰ ἴδιος Λόγος, καὶ εἰκὼν τῆς τοῦ Πατρὸς οὐσίας, τοῦ καὶ κατά τὴν ἀρχὴν ἀποφηναμένου, καὶ ‘ἀφιέντος μόνου τὰς ἁμαρτίας,’ Ἐπειδὴ γάρ εἴρηται ἐν τῷ λόγῳ, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἀκολούθως δι᾿ αὐτοῦ τοῦ Λόγου καὶ ἐν αὐτῷ ἡ ἐλευθερία καὶ ἡ λύσις τῆς κατακρίσεως γεγένηται.