Ancient Greek
Chapter 12
Athanasius Alexandrinus, Oratio III contra Arianos 12
Not analysed yet
12. Εἰ γὰρ μὴ ἦν ἑνότης, καὶ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα ὁ Λόγος, ὡς τὸ ἀπαύγασμα τοῦ φωτὸς, ἀλλὰ διειστήκει τῇ φύσει ὁ Υἱὸς τοῦ Πατρὸς, ἤρκει τὸν Πατέρα δοῦναι μόνον, οὐδενὸς τῶν γενητῶν ἐπικοινωνοῦντος πρὸς τὸν πεποιηκότα ἐν τοῖς διδομένοις· νῦν δὲ ἡ τοιαύτη δόσις δείκνυσι τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Οὐκ ἂν γοῦν εὔξαιτό τις λαβεῖν παρὰ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων, ἢ παρά τινος τῶν ἄλλων κτισμάτων, οὐδʼ ἂν εἴποι τις, ‘Δῴη σοι ὁ Θεὸς καὶ ὁ ἄγγελος,’ ἀλλὰ παρὰ Πατρὸς κοὶ τοῦ Υἱοῦ διὰ τὴν ἑνότητα καὶ τὴν ἑνοειδῆ δόσιν. Διὰ γὰρ τοῦ Υἱοῦ δίδοται τὰ διδόμενα· οὐδὲν δέ ἐστιν, ὃ μὴ δι’ Υἱοῦ ἐνεργεῖ ὁ Πατήρ· οὕτω γὰρ καὶ ὁ λαβὼν ἀσφαλῆ τὴν χάριν ἔχει. Εἰ δὲ ὁ πατριάρχης Ἰακὼβ, εὐλογῶν τοὺς ἐγγόνους Ἐφραῒμ καὶ Μανασσῆ, ἔλεγεν, ‘Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα,’ οὐ τῶν κτισθέντων καὶ τὴν φύσιν ἀγγέλων ὄντων ἕνα συνῆπτε τῷ κτίσαντι αὐτοὺς Θεῷ· οὐδὲ ἀφεὶς τὸν τρέφοντα αὐτὸν Θεὸν, παῤ ἀγγέλου τὴν εὐλογίαν ᾔτει τοῖς ἐγγόνοις· ἀλλʼ εἰρηκὼς, ‘ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν. ᾿ἔδειξε μὴ τῶν κτισθέντων τινὰ ἀγγέλων, ἀλλὰ τὸν Λόγον εἶναι τοῦ Θεοῦ, ὃν τῷ Πατρὶ συνάπτων ηὔχετο· διʼ οὗ καὶ οὓς ἐὰν θέλῃ, ῥύεται ὁ Θεός. Τοῦτον γὰρ καὶ μεγάλης βουλῆς ἄγγελον’ τοῦ Πατρὸς εἰδὼς καλούμενον, οὐκ ἄλλον ἢ αὐτὸν εἶναι τὸν εὐλογοῦντα, καὶ ῥυόμενον ἐκ τῶν κακῶν ἔλεγεν. Οὐ γὰρ αὐτὸς μὲν παρὰ Θεοῦ ἠξίου εὐλογεῖσθαι, τοὺς δὲ ἐκγόνους ἤθελε παῤ ἀγγέλου· ἀλλʼ ὃν αὐτὸς παρεκάλει λέγων, Ὁὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς,’ (Θεὸς δὲ ἦν οὖτος, ὡς αὐτός φησιν· Ἑἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον᾿ ),τοῦτον εὐλογῆσαι καὶ τοὺς υἱοὺς τοῦ Ἰωσὴφ ηὔχετο. Ἀγγέλου μὲν οὖν ἴδιον τὸ διακονεῖν τῇ τοῦ Θεοῦ προστάξει· πολλάκις δὲ καὶ ‘προπορεύεται’ ἐκβάλλειν τὸν Ἀμοῤῥαῖον, καὶ πέμπεται φυλάξαι τὸν λαὸν ἐν τῇ ὁδῷ· ἀλλὰ καὶ ταῦτα οὐκ ἔστιν αὐτοῦ, τοῦ δὲ προστάξαντος καὶ ἀποστείλαντος αὐτὸν Θεοῦ, οὗ καὶ τὸ ῥύεσθαι ἔστιν, οὓς ἂν αὐτὸς θελήσῃ ῥύεσθαι· διὰ τοῦτο οὐκ ἄλλος ἢ αὐτὸς Κύριος ὁ Θεὸς ὁ ὀφθεὶς εἷπεν αὐτῷ· ‘Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς·’ καὶ οὐκ ἄλλος, ἀλλὰ πάλιν ὁ Θεὸς ὁ ὀφθεὶς ἐπέσχε τοῦ Λάβαν τὴν ἐπιβουλὴν, κελεύσας αὐτῷ ‘μὴ λαλῆσαι πονηρὰ τῷ Ἰακώβ·’ καὶ αὐτὸς δὲ οὐκ ἄλλον ἢ τὸν Θεὸν παρεκάλει λέγων· ‘Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαῦ, ὅτι φοβοῦμαι αὐτόν·’ καὶ γὰρ καὶ ταῖς γυναιξὶν ὁμιλῶν ἔλεγεν, ὅτι ‘οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κακοποιῆσαί με.’