Ancient Greek · ~9 min
Chapter 17
Athanasius Alexandrinus, Oratio III contra Arianos 17
Not analysed yet
17. Ἀλλʼ οὐδʼ οὕτως ἐντραπέντες, οἱ Ἀρειανοί φασιν· Ὁὐχ ὡς ὑμεῖς λέγετε, ἀλλʼ ὡς ἡμεῖς θέλομεν· ἀνατρεπόντων γὰρ ὑμῶν τὰς προτέρας ἡμῶν ἐπινοίας, ἐφεύρομεν καινοτέραν, καὶ λέγομεν· Οὕτως ἐστὶν ὁ Υἱὸς καὶ ὁ Πατὴρ ἓν, καὶ οὕτως ἐστὶν ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς ἂν καὶ ἡμεῖς ἐν αὐτῷ γενοίμεθα· τοῦτο γὰρ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ γέγραπται, ὅπερ περὶ ἡμῶν ὁ Χριστὸς ἠξίου λέγων· ‘Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς·’ καὶ πάλιν μετʼ ὀλίγα· Ὁὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ· ἵνα πάντες ἓν ὦσι, καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν· ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι σύ με ἀπέστειλας· κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοί· ἵνα ὦσι τετελειωμένοι εἰς ἓν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος, ὅτι σύ με ἀπέστειλας.’ Εἶτα ὥσπερ εὑρόντες πρόφασιν, ἐπιλέγουσιν οἱ δόλιοι ταῦτα· ‘Εἰ ὥσπερ ἡμεῖς ἐν τῷ Πατρὶ γινόμεθα ἓν, οὕτω καὶ αὐτὸς καὶ ὁ Πατὴρ ἕν ἐστι, καὶ οὕτως ἐν τῷ Πατρί ἐστι καὶ αὐτός· πῶς ὑμεῖς ἐκ τοῦ λέγειν αὐτὸν, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,” καὶ, “ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,” ἴδιον καὶ ὅμοιον τῆς τοῦ Πατρὸς οὐσίας αὐτὸν φάσκετε; ἀνάγκη γὰρ ἢ καὶ ἡμᾶς ἰδίους εἶναι τῆς οὐσίας τοῦ Πατρὸς, ἢ κἀκεῖνον ἀλλότριον εἶναι, ὥσπερ καὶ ἡμεῖς ἐσμεν ἀλλότριοι.’ Ταῦτα μὲν ἐκεῖνοι ληροῦντες φλυαροῦσιν· ἐγὼ δὲ οὐδὲν ἕτερον ἐν τῇ τοιαύτῃ αὐτῶν κακονοίᾳ βλέπω ἢ ἀλόγιστον τόλμαν καὶ διαβολικὴν ἀπόνοιαν, λεγόντων καὶ αὐτῶν κατʼ ἐκεῖνον, ‘εἰς τὸν οὐρανὸν ἀναβησόμεθα, ἐσόμεθα ὅμοιοι τῷ ὑψίστῳ·’ τὰ γὰρ κατὰ χάριν διδόμενα τοῖς ἀνθρώποις, ταῦτα θέλουσιν ἴσα τῆς τοῦ διδόντος εἶναι θεότητος. Ἀκούοντες γοῦν ‘υἱοὺς’ χρηματίζοντας τοὺς ἀνθρώπους, ἐνόμισαν καὶ ἑαυτοὺς ἴσους εἶναι τοῦ ἀληθινοῦ καὶ φύσει Υἱοῦ· καὶ νῦν πάλιν ἀκούοντες τοῦ Σωτῆρος, ‘ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς,ʼ πλανῶσιν ἑαυτοὺς, καὶ θρασυνόμενοι νομίζουσιν οὕτως ἔσεσθαι ἑαυτοὺς, ὡς ἔστιν ὁ Υἱὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ· οὐχ ὁρῶντες τὸ ἐκ τῆς τοιαύτης οἰήσεως γενόμενον τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου πτῶμα.