Ancient Greek · ~13 min
Chapter 26
Athanasius Alexandrinus, Oratio III contra Arianos 26.1
Not analysed yet
26. Ἰδοὺ γὰρ, ὥσπερ οὐκ ἀποκάμνοντες ἐν ταῖς δυσσεβείαις, ἀλλὰ κατὰ τὸν Φαραὼ σκληρυνόμενοι, τὰ ἀνθρώπινα πάλιν τοῦ Σωτῆρος ἀκούοντες καὶ βλέποντες ἐν τοῖς εὐαγγελίοις, ἐπελάθοντο θοντο τέλεον, κατὰ τὸν Σαμοσατέα, τῆς πατρικῆς θεότητος τοῦ Υἱοῦ, καὶ τολμηρᾷ τῇ γλώσσῃ θρασυνόμενοι, λέγουσι· ‘Πῶς δύναται ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς εἶναι φύσει καὶ ὅμοιος αὐτῷ κατʼ οὐσίαν, ὁ λέγων, “Ἐδόθη μοι πᾶσα ἐξουσία·” καὶ, “ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ·” καὶ, “ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ· ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον·” καὶ πάλιν· “Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι·” καὶ πάλιν· “Πᾶν ὃ δέδωκέ μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει;”’ Εἶτα ἐπιλέγουσιν· ‘Εἰ ἦν, ὡς λέγετε, Υἱὸς κατὰ φύσιν, οὐ χρείαν εἶχε λαβεῖν, ἀλλʼ εἶχε κατὰ φύσιν ὡς υἱός. Ἢ πῶς δύναται δύναμις εἶναι φύσει καὶ ἀληθινὴ τοῦ Πατρὸς, ὁ παρὰ τὸν καιρὸν τοῦ πάθους λέγων, “Νῦν ἡ ψυχή μου τετάρακται· καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.” Πάλιν τε τὸ ὅμοιον ἔλεγε· “Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο·” καὶ, “Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι, καὶ ἐμαρτύρησε, καὶ εἶπεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἶς ἐξ ὑμῶν παραδώσει με.”’ Καὶ ἐπὶ τούτοις δέ φασιν οἱ κακόφρονες· ‘Εἰ δύναμις ἦν, οὐκ ἂν ἐδειλίασεν, ἀλλὰ μᾶλλον καὶ ἑτέροις τὸ δύνασθαι παρεῖχεν.’ Εἶτά φασιν· ‘Εἰ σοφία ἦν φύσει ἡ ἀληθινὴ καὶ ἰδία τοῦ Πατρὸς, πῶς γέγραπται· “Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις·” καὶ “ἐλθὼν εἰς μὲν τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἐπυνθάνετο τῶν μαθητῶν, τίνα λέγουσιν οἱ ἄνθρωποι αὐτὸν εἶναι·’ εἰς δὲ τὴν Βηθανίαν παραγενόμενος ἠρώτα ποῦ Λάζαρος κεῖται· ἔλεγε δὲ μετὰ ταῦτα τοῖς μαθηταῖς· “Πόσους ἄρτους ἔχετε;” Πῶς οὖν,’ φασὶν, οὖτος Σοφία, ὁ ἐν σοφίᾳ προκόπτων, καὶ ἀγνοῶν ἃ παῤ ἑτέρων μανθάνειν ἠξίου;’ Ἔστι δὲ καὶ τοῦτο παῤ αὐτῶν λεγόμενον· ‘Πῶς δύναται ὁ Λόγος ἴδιος εἶναι τοῦ Πατρὸς, οὗ ἄνευ οὐκ ἦν ὁ Πατήρ ποτε, διʼ οὗ τὰ πάντα ποιεῖ, ὡς ὑμεῖς φρονεῖτε, ὁ ἐπὶ μὲν τοῦ σταυροῦ λέγων· “Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;” πρὸ δὲ τούτων εὐχόμενος, “δόξασόν σου τὸ ὄνομα·” καὶ, “δόξασόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.” Ηὔχετο δὲ ἐν ταῖς ἐρήμοις, καὶ παρήγγελλε τοῖς μαθηταῖς προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν· καὶ, “τὸ πνεῦμα πρόθυμον” ἔλεγεν, “ἡ δὲ σὰρξ ἀσθενής·” καὶ, Περὶ τῆς ἡμέρας ἢ τῆς ὥρας ἐκείνης οὐδεὶς οἷδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός.”’ Εἶτα πάλιν φασὶν ἐπὶ τούτοις οἱ δείλαιοι· ‘Εἰ ἦν κατὰ τὴν ὑμετέραν διάνοιαν ἀϊδίως ὑπάρχων ὁ Υἱὸς πρὸς τὸν Θεὸν, οὔτ’ ἂν ἠγνόησε περὶ τῆς ἡμέρας, ἀλλʼ ἐγίνωσκεν ὡς Λόγος· οὔτʼ ἂν ἐγκατελείπετο ὁ συνυπάρχων· οὔτε δόξαν ᾔτει λαβεῖν, ἔχων αὐτὴν ἐν τῷ Πατρὶ, οὔτε ὅλως ηὔχετο· οὐδενὸς γὰρ, Λόγος ὢν, ἐδέετο· ἀλλʼ ἐπειδὴ κτίσμα ἐστὶ καὶ εἶς τῶν γενητῶν, διὰ τοῦτο τοιαῦτα ἔλεγε, καὶ ἐδέετο ὧν οὐκ εἶχε· κτισμάτων γὰρ ἴδιον τὸ χρήζειν καὶ δέεσθαι ὦν οὐκ ἔχουσι.’