Ancient Greek · ~8 min
Chapter 27
Athanasius Alexandrinus, Oratio III contra Arianos 27
Not analysed yet
27. Τοιαῦτα μὲν οὖν οἱ ἀσεβεῖς ἐξάγονται λαλοῦντες· ἔδει δὲ ταῦτα διαλογιζομένους εἰπεῖν καὶ τολμηρότερον· ‘Διὰ τί ὅλως ὁ Λόγος σὰρξ ἐγένετο;’ καὶ πάλιν ἐπειπεῖν, ‘Πῶς γὰρ ἡδύνατο, Θεὸς ὢν, γενέσθαι ἄνθρωπος; ἢ πῶς ἠδύνατο ὁ ἀσώματος σῶμα φορέσαι;’ ἢ καὶ’ Ἰουδαϊκώτερον κατὰ τὸν Καϊάφαν εἰπεῖν· ‘Διὰ τί ὅλως, ἄνθρωπος ὢν ὁ Χριστὸς, Θεὸν ἑαυτὸν ἐποίει;’ ταῦτα γὰρ καὶ τὰ τούτοις παραπλήσια τότε μὲν Ἰουδαῖοι βλέποντες ἐγόγγυζον, νῦν δὲ ἀναγινώσκοντες οἱ Ἀρειομανῖται ἀπιστοῦσι, καὶ εἰς βλασφημίας ἐκπεπτώκασιν. Εἴ τις οὖν ἐκ παραλλήλου τὰ τούτων κἀκείνων ἐξετάζοι ῥήματα, εὑρήσει πάντως εἰς τὴν αὐτὴν αὐτοὺς συναντῶντας ἀπιστίαν, καὶ ἴσην αὐτῶν τὴν τῆς ἀσεβείας τόλμαν, καὶ κοινὴν αὐτῶν οὖσαν τὴν πρὸς ἡμᾶς μάχην. Ἰουδαῖοι μὲν γὰρ ἔλεγον, ‘Πῶς, ἄνθρωπος ὢν, δύναται Θεὸς εἶναι;’ Ἀρειανοὶ δὲ, ‘Εἰ Θεὸς ἦν ἀληθινὸς ἐκ τοῦ Θεοῦ, πῶς ἡδύνατο ἄνθρωπος γενέσθαι; Καὶ Ἰουδαῖοι μὲν ἐσκανδαλίζοντο, καὶ ἐχλεύαζον λέγοντες, ‘Οὐκ ἂν οὖτος, εἰ ἦν Υἱὸς τοῦ Θεοῦ, ὑπέμεινε σταυρόν·’ Ἀρειανοὶ δὲ εἰς τὸ κατʼ ἀντικρὺ στήκοντες αὐτῶν, φάσκουσιν ἡμῖν, ‘Πῶς τολμᾶτε λέγειν Λόγον ἴδιον εἶναι τῆς τοῦ Πατρὸς οὐσίας τὸν ἔχοντα σῶμα, ὥστε τοῦτο ὑπομεῖναι;’ Εἶτα τῶν Ἰουδαίων ζητούντων ἀποκτεῖναι τὸν Κύριον, ὅτι ‘Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, καὶ ἴσον ἑαυτὸν ἐποίει,’ ἐργαζόμενος ἃ ἐργάζεται ὁ Πατὴρ, ἔμαθον οἱ Ἀρειανοὶ λέγειν καὶ αὐτοὶ, ὅτι οὔτε ἴσος τῷ Θεῷ ἐστιν, οὔτε Πατὴρ ἴδιός ἐστι καὶ φύσει τοῦ Λόγου ὁ Θεός· ἀλλὰ καὶ τοὺς ταῦτα φρονοῦντας ζητοῦσιν ἀποκτεῖναι. Πάλιν τε τῶν Ἰουδαίων λεγόντων· ‘Οὐχ οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἰωσὴφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; πῶς οὖν λέγει, “πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, καὶ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;’ οἱ Ἀρειανοὶ καὶ αὐτοὶ ἐπακούουσιν ἐξ ἴσου λέγοντες· ‘Πῶς δύναται Λόγος εἶναι ἢ Θεὸς ὁ κοιμώμενος ὡς ἄνθρωπος, καὶ κλαίων, καὶ πυνθανόμενος; Ἀμφότεροι γὰρ ἐκ τῶν ἀνθρωπίνων, ὦν ὑπέμεινεν ὁ Σωτὴρ διʼ ἣν εἶχε σάρκα, ἀρνοῦνται τὴν ἀϊδιότητα καὶ θεότητα τοῦ Λόγου.