Ancient Greek
Chapter 3
Athanasius Alexandrinus, Oratio III contra Arianos 3
Not analysed yet
3. Ἀλλʼ εἴπερ ἦν οὕτως ὁ Κύριος εἰρηκὼς, ἔδει μὴ εἰπεῖν αὐτὸν, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ ἀλλὰ μᾶλλον, ‘κἀγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ δὲ καὶ ἐν ἐμοί ἐστιν,’ ἵνα μηδὲ ἴδιον καὶ ἐξαίρετον ἔχῃ πρὸς τὸν Πατέρα ὡς Υἱὸς, κοινὴν δὲ μετὰ πάντων ἔχῃ τὴν αὐτὴν χάριν. Ἀλλʼ οὐκ ἔστιν, ὡς νομίζουσιν ἐκεῖνοι· μὴ φρονοῦντες γὰρ Υἱὸν εἶναι γνήσιον ἐκ Πατρὸς, καταψεύδονται τοῦ γνησίου, ᾧ μόνῳ ἁρμόζει λέγειν, ‘ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Ἔστι γὰρ ὁ Υἱὸς ‘ἐν τῷ Πατρὶ,’ ὥς γε νοεῖν ἔξεστιν, ἐπειδὴ σύμπαν τὸ εἶναι τοῦ Υἱοῦ, τοῦτο τῆς τοῦ Πατρὸς οὐσίας ἴδιόν ἐστιν, ὡς ἐκ φωτὸς ἀπαύγασμα, καὶ ἐκ πηγῆς ποταμὸς, ὥστε τὸν ὁρῶντα τὸν Υἱὸν ὁρᾷν τὸ τοῦ Πατρὸς ἴδιον, καὶ νοεῖν ὅτι τοῦ Υἱοῦ τὸ εἶναι, ἐκ τοῦ Πατρὸς ὂν, οὕτως ἐν τῷ Πατρί ἐστιν. Ἔστι δὲ καὶ ὁ Πατὴρ ‘ἐν τῷ Υἱῷ,’ ἐπειδὴ τὸ ἐκ τοῦ Πατρὸς ἴδιον, τοῦτο ὁ Ὑἱὸς τυγχάνει ὢν, ὡς ἐν τῷ ἀπαυγάσματι ὁ ἥλιος, καὶ ἐν τῷ λόγῳ ὁ νοῦς, καὶ ἐν τῷ ποταμῷ ἡ πηγή· οὕτω γὰρ ὁ θεωρῶν τὸν Υἱὸν θεωρεῖ τῆς τοῦ Πατρὸς οὐσίας τὸ ἴδιον, καὶ νοεῖ ὅτι ὁ Πατὴρ ἐν τῷ Υἱῷ ἐστι. Τοῦ γὰρ εἴδους καὶ τῆς θεότητος τοῦ Πατρὸς οὔσης τὸ εἶναι τοῦ Υἱοῦ, ἀκολούθως ὁ Υἱὸς ἐν τῷ Πατρί ἐστι, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Διὰ τοῦτο γὰρ καὶ εἰκότως εἰρηκὼς πρότερον, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,’ ἐπήγαγε τὸ ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ ἵνα τὴν μὲν ταὐτότητα τῆς θεότητος, τὴν δὲ ἑνότητα τῆς οὐσίας δείξῃ.