Ancient Greek · ~8 min
Chapter 42
Athanasius Alexandrinus, Oratio III contra Arianos 42
Not analysed yet
42. Τούτων οὕτως ὄντων, φέρε καὶ τὸ, ‘Περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς,ʼ διερευνήσωμεν. Τοῦτο μὲν γὰρ μεγάλως μάλιστα ἀγνοήσαντες, καὶ ἐν τούτῳ σκοτοδινιῶντες, μεγάλην νομίζουσινἔχειν ἐν τούτῳ πρόφασιν τῆς αἱρέσεως αὐτῶν. Ἐγὼ δὲ καὶ τοῦτο προφασιζομένους αὐτοὺς, καὶ ἐν τούτῳ παρασκευαζομένους τοὺς αἱρετικοὺς, ὡς τοὺς γίγαντας, πάλιν θεομαχοῦντας αὐτοὺς ὁρῶ. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς Κύριος, διʼ οὗ τὰ πάντα γέγονε, κρίνεται παῤ αὐτοῖς περὶ ἡμέρας καὶ ὥρας· καὶ ὁ τὰ πάντα γινώσκων Λόγος κατηγορεῖται παῤ αὐτῶν, ὡς ἀγνοῶν περὶ ἡμέρας· καὶ ὁ γινώσκων Υἱὸς τὸν Πατέρα λέγεται ἀγνοεῖν ἡμέρας ὥραν· ὧν τί ἂν τίς ἀφρονέστερον εἴποι, ἢ ποίαν τίς τούτοις ἐξισώσοι μανίαν; Διὰ τοῦ Λόγου γέγονε τὰ πάντα, καὶ χρόνοι, καὶ καιροὶ, καὶ νὺξ, καὶ ἡμέρα, καὶ πᾶσα ἡ κτίσις· καὶ ἀγνοεῖν ὁ δημιουργὸς τὸ ποίημα λέγεται; καὶ αὐτὸς μὲν οὖν ὁ εἱρμὸς τοῦ ἀναγνώσματος δείκνυσιν εἰδέναι τὸν Υἱὸν τοῦ Θεοῦ τὴν ὥραν, καὶ τὴν ἡμέραν, κἂν οἱ Ἀρειανοὶ τῇ ἀγνοίᾳ καταπίπτωσιν. Εἰρηκὼς γὰρ, ‘οὐδὲ ὁ Υἱὸς,’ διηγεῖται τοῖς μαθηταῖς τὰ πρὸ τῆς ἡμέρας, λέγων· ‘Τάδε ἔσται καὶ τάδε, εἶτα τὸ τέλος.’ Ὁ δὲ τὰ πρὸ τῆς ἡμέρας λέγων οἶδε πάντως καὶ τὴν ἡμέραν, ἥτις μετὰ τὰ προειρημένα φανήσεται. Εἰ δὲ μὴ ᾔδει τὴν ὥραν, οὐκ ἂν τὰ πρὸ αὐτῆς ἐσήμανεν, οὐκ εἰδὼς πότε ἔσται ἡ ὥρα. Καὶ ὥσπερ ἄν τις οἰκίαν ἢ πόλιν τοῖς ἀγνοοῦσι σημᾶναι θέλων, τὰ μὲν πρὸ τῆς οἰκίας ἢ τῆς πόλεως διεξίοι· ἐπειδὰν δὲ πάντα σημάνας λέγοι, ‘Εἶςʼ εὐθὺς ἡ πόλις ἢ ἡ οἰκία· οἶδε πάντως ὁ σημαίνων, ποῦ τε ἡ οἰκία ἢ ἡ πόλις ἐστίν· (οὐκ ἂν γὰρ εἰ μὴ ἐγίνωσκεν, ἐσήμανε τὰ πρὸ ἐκείνων, μή ποτε διʼ ἄγνοιαν ἢ μακρὰν ἀποστήσῃ τοὺς ἀκούοντας, ἢ αὐτὸς λέγων, λάθῃ καὶ ὑπερβῇ τὸ σημαινόμενον·) οὕτω λέγων ὁ Κύριος τὰ πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας, οἶδεν ἀκριβῶς, καὶ οὐκ ἀγνοεῖ, πότε ἡ ὥρα καὶ ἡ ἡμέρα ἐνίσταται.