Ancient Greek
Chapter 50
Athanasius Alexandrinus, Oratio III contra Arianos 50
Not analysed yet
50. Ὁ μὲν οὖν Κύριος, τὸ ἡμῶν συμφέρον ὑπὲρ ἡμᾶς γινώσκων, οὕτως ἠσφαλίσατο τοὺς μαθητάς· καὶ αὐτοὶ ταῦτα μαθόντες, διωρθώσαντο μέλλοντας ἐν τούτῳ πλανᾶσθαι τοὺς ἀπὸ Θεσσαλονίκης. Ἐπειδὴ δὲ οἱ Χριστομάχοι οὐδʼ οὕτω καταδύονται, βούλομαι, καίπερ εἰδὼς σκληροτέραν ἔχοντας αὐτοὺς τοῦ Φναραὼ τὴν καρδίαν, ἐρωτῆσαι πάλιν καὶ περὶ τούτου. Ἐν τῷ παραδείσῳ πυνθάνεται ὁ Θεὸς λέγων, ‘Ἀδὰμ, ποῦ εἶ; ʼ ἐξετάζει δὲ καὶ τὸν Κάϊν· ‘Ποῦ Ἄβελ ὁ ἀδελφός σου;’ Τί τοίνυν καὶ περὶ τούτου φατέ; εἰ γὰρ ἀγνοεῖν αὐτὸν νομίζετε, καὶ διὰ τοῦτο πυνθάνεσθαι, Μανιχαίοις μὲν ἤδη προσετέθητε· αὐτῶν γὰρ τὸ τοιοῦτον τόλμημα· εἰ δὲ, φοβούμενοι φανερῶς ὀνομασθῆναι Μανιχαῖοι, βιάζεσθε ἑαυτοὺς εἰπεῖν, ὅτι γινώσκων πυνθάνεται, τί ἄτοπον ἢ τί ξένον ὁρῶντες, οὕτω πεπτώκατε, εἰ ὁ Υἱὸς, ἐν ᾧ τότε ἐπυνθάνετο ὁ Θεὸς, ὁ αὐτὸς Υἱὸς καὶ νῦν σάρκα περιβεβλημένος πυνθάνεται τῶν μαθητῶν ὡς ἄνθρωπος; εἰ μὴ ἄρα Μανιχαῖοι γενόμενοι μέμφεσθαι θελήσητε καὶ τὴν τότε γενομένην πρὸς τὸν Ἀδὰμ ἐρώτησιν, ἵνα μόνον καὶ ὑμεῖς νεανιεύησθε ἐν ταῖς κακονοίαις. Καὶ γὰρ ἐν πᾶσιν ἐλεγχόμενοι, τονθορύζετε πάλιν διὰ τὸ εἰρημένον παρὰ τοῦ Λουκᾶ, ὃ καλῶς (16.) μὲν εἴρηται, κακῶς δὲ ὑμεῖς διανοεῖσθε, Τί δὲ τοῦτό ἐστιν, ἀναγκαῖον παραθέσθαι, ἵνα καὶ οὕτως αὐτῶν ἡ διεφθαρμένη διάνοια δειχθῇ.