Ancient Greek · ~9 min
Chapter 52
Athanasius Alexandrinus, Oratio III contra Arianos 52
Not analysed yet
52. Ἄνθρωποι μὲν γὰρ, κτίσματα τυγχάνοντες, ἐπεκτείνεσθαί πως καὶ προκόπτειν ἐν ἀρετῇ δύνανται. Ἐνὼχ γοῦν οὕτω ‘μετετέθη,’ καὶ Μωσῆς αὐξάνων ἐτελειοῦτο, Ἰσαὰκ δὲ προκόπτων ‘ἐγίνετο μέγας,’ καὶ ὁ ἀπόστολος ‘ἐπεκτείνεσθαιʼ καθʼ ἡμέραν τοῖς ἔμπροσθεν ἔλεγεν· εἶχε γὰρ ἕκαστος ποῦ προκόψει, βλέπων εἰς τὸν ἔμπροσθεν αὐτοῦ βαθμόν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ὁ μόνος ὢν, ποῦ εἶχεν ἐπεκτείνεσθαι; πάντα γὰρ εἰς αὐτὸν βλέποντα προκόπτει· αὐτοὺς δὲ, μόνος ὢν, ἐν τῷ μόνῳ Πατρί ἐστιν, ἀφʼ οὗ οὐδὲ ἐπεκτείνεται, ἀλλʼ ἐν αὐτῷ μένων ἐστὶν ἀεί. Ἀνθρώπων μὲν οὖν ἐστι τὸ προκόπτειν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ἐπεὶ προκόπτειν οὐκ εἶχε, τέλειος ὢν ἐν τῷ Πατρὶ, ‘ἐταπείνωσεν ἑαυτὸνʼ ὑπὲρ ἡμῶν, ἵνα ἐν τῷ ἐκείνου ταπεινῷ μᾶλλον ἡμεῖς αὐξῆσαι δυνηθῶμεν. Ἡ δὲ αὔξησις ἡμῶν οὐκ ἄλλη τίς ἐστιν ἢ τὸ ἀφίστασθαι μὲν τῶν αἰσθητῶν, εἰς αὐτὸν δὲ τὸν Λόγον γενέσθαι· ἐπεὶ καὶ τὸ ἐκείνου ταπεινὸν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ λαβεῖν τὴν ἡμετέραν σάρκα. Οὐκ ἄρα ὁ Λόγος ἦν, ᾗ Λόγος ἐστὶν, ὁ προκόπτων, ὁ τέλειος ἐκ τελείου ὢν τοῦ Πατρὸς, ὁ μηδενὸς δεόμενος, ἀλλὰ καὶ τοὺς ἄλλους εἰς προκοπὴν ἀνάγων. Ἀλλὰ ἀνθρωπίνως εἴρηται καὶ ἐνταῦθα τὸ προκόπτειν· ἐπεὶ καὶ τῶν ἀνθρώπων ἐστὶ πάλιν ἡ προκοπή. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς οὕτω μετὰ ἀκριβοῦς τῆς παρατηρήσεως λέγων τῇ ‘προκοπῇʼ συνῆψε τὴν ‘ἡλικίαν·’ Λόγος δὲ καὶ Θεὸς ἡλικίᾳ οὐ μετρεῖται, ἀλλὰ τῶν σωμάτων εἰσὶν αἱ ἡλικίαι. Τοῦ σώματος ἄρα ἐστὶν ἡ προκοπή· αὐτοῦ γὰρ προκόπτοντος, προέκοπτεν ἐν αὐτῷ καὶ ἡ φανέρωσις τῆς θεότητος τοῖς ὁρῶσιν· ὅσῳ δὲ ἡ θεότης ἀπεκαλύπτετο, τοσούτῳ πλεῖον ἡ χάρις ηὔξανεν ὡς ἀνθρώπου παρὰ πᾶσιν ἀνθρώποις. Παιδίον μὲν γὰρ ἐβαστάζετο· παῖς δὲ γενόμενος, ἀπέμενεν ἐν τῷ ἱερῷ, καὶ τοὺς ἱερέας ἀνέκρινε περὶ τοῦ νόμου· κατʼ ὀλίγον δὲ τοῦ σώματος αὐξάνοντος, καὶ τοῦ Λόγου φανεροῦντος ἑαυτὸν ἐν αὐτῷ, ὁμολογεῖται λοιπὸν παρὰ μὲν Πέτρου πρῶτον, εἶτα καὶ παρὰ πάντων, ὅτι ‘ἀληθῶς Υἱὸς Θεοῦ ἐστιν οὗτος·’ εἰ καὶ Ἰουδαῖοι, οἵ τε παλαιοὶ καὶ οἱ νέοι οὗτοι, θέλοντες ‘καμμύουσι τοὺς ὀφθαλμοὺς, ἵνα μὴ βλέπωσιν,ʼ ὅτι τὸ ‘ἐν σοφίᾳ προκόπτεινʼ οὐκ ἔστι τὴν Σοφίαν αὐτὴν προκόπτειν, ἀλλὰ τὸ ἀνθρώπινον μᾶλλον ἐν αὐτῇ προκόπτειν. Καὶ Ἰησοῦς γὰρ προέκοπτε σοφίᾳ καὶ χάριτι· εἰ χρὴ δὲ καὶ πιθανῶς μετὰ τοῦ ἀληθοῦς εἰπεῖν, αὐτὸς ἐν ἑαυτῷ προέκοπτε. ‘Ἡ Σοφίαʼ γὰρ ‘ᾠκοδόμησεν ἑαυτῇ οἶκον,ʼ καὶ ἐν ἑαυτῇ τὸν οἶκον προκόπτειν ἐποίει.