Ancient Greek
Chapter 54
Athanasius Alexandrinus, Oratio III contra Arianos 54
Not analysed yet
54. Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέγεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιότητα, οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λεγόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι, χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Ἄνω γὰρ καὶ κάτω περιιόντες, καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες, φάσκουσιν, ‘Ἰδοὺ, ἔκλαυσε, καὶ εἶπε, “Νῦν ἡ ψυχή μου τετάρακται·” καὶ παρεκάλεσε “παρελθεῖν τὸ ποτήριον·” πῶς οὖν, εἰ ταῦτα εἴρηκε, Θεός ἐστι καὶ Λόγος τοῦ Πατρός;’ Ναὶ γέγραπται, ὅτι ‘ἔκλαυσεν,’ ὦ θεομάχοι, καὶ ὅτι εἶπεν, ‘ἐταράχθην,’ καὶ ἐπὶ τοῦ σταυροῦ εἷπεν, ‘Ἐλωῒ, Ἐλωῒ λιμασαβαχθανὶ,’ ὅ ἐστι, ‘Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; ʼ καὶ παρεκάλεσε δὲ τοῦ παρελθεῖν τὸ ποτήριον· γέγραπται γὰρ ταῦτα. Ἀλλʼ ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι (τὸ αὐτὸ γὰρ ἐφʼ ἑκάστου τῶν παῤ ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη·) εἰ μὲν ἄνθρωπος ψιλός ἐστιν ὁ λαλῶν, κλαιέτω καὶ φοβείσθω τὸν θάνατον, ὡς ἄνθρωπος· εἰ δὲ Λόγος ἐστὶν ἐν σαρκὶ (τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον), τίνα, Θεὸς ὢν, εἶχε φοβεῖσθαι; ἢ διὰ τί τὸν θάνατον ἐφοβεῖτο, ζωὴ ὢν αὐτὸς, καὶ ἄλλους ἐκ τοῦ θανάτου ῥυόμενος; ἢ πῶς λέγων, ‘Μὴ φοβεῖσθε τὸν ἀποκτείνοντα τὸ σῶμα,ʼ αὐτὸς ἐφοβεῖτο; πῶς δὲ ὁ τῷ Ἀβραὰμ λέγων, ‘Μὴ φοβοῦ, ὅτι μετὰ σου εἰμι·’ καὶ τὸν Μωσῆν παραθαρσύνων κατὰ τοῦ Φαραὼ, καὶ τῷ τοῦ Ναυῆ λέγων, ‘Ἴσχυε καὶ ἀνδρίζου,ʼ αὐτὸς ἐδειλία τὸν Ἡρώδην καὶ τὸν Πιλᾶτον; εἶτα, ἄλλοις γινόμενος βοηθὸς εἰς τὸ μὴ φοβεῖσθαι (‘Κύριοςʼ γὰρ, φησὶν, ‘ἐμοὶ βοηθός· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωποςʼ), αὐτὸς ἡγεμόνας θνητοὺς ἀνθρώπους ἐφοβεῖτο; αὐτὸς ἐλθὼν κατὰ τοῦ θανάτου, ἐδειλία τὸν θάνατον; πῶς δὲ οὐκ ἄτοπον καὶ δυσσεβὲς, λέγειν τοῦτον δειλιᾶν τὸν θάνατον ἢ τὸν ἅδην, ὃν ‘οἱ πυλωροὶ τοῦ ᾅδου βλέποντες ἔπτηξαν;’ εἰ δὲ καθʼ ὑμὰς ἐδειλία ὁ Λόγος, διὰ τί πρὸ πολλοῦ λέγων περὶ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων οὐκ ἔφευγεν, ἀλλὰ καὶ ζητούμενος ἔλεγεν, ‘Ἐγώ εἰμι;’ Καὶ γὰρ ἠδύνατο μὴ ἀποθανεῖν, ὡς ἔλεγεν· ‘ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·’ καὶ ‘οὐδεὶς αἴρει αὐτὴν ἀπʼ ἐμοῦ.’