Ancient Greek · ~11 min
Chapter 57
Athanasius Alexandrinus, Oratio III contra Arianos 57
Not analysed yet
57. Περὶ δὲ τοῦ λέγειν αὐτὸν, ‘εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον,’ μάθετε πῶς ταῦτα εἰρηκὼς ἐπετίμα τῷ Πέτρῳ, λέγων, οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.’ Ἤθελε γὰρ ὃ παρῃτεῖτο, καὶ διὰ τοῦτʼ ἦν ἐλθών· ἀλλὰ τοῦ μὲν ἦν τὸ θέλειν, (ἐπὶ τοῦτο γὰρ ἦλθε) τῆς δὲ σαρκὸς ἦν τὸ δειλιᾷν· διὸ καὶ ὡς ἄνθρωπος ἔλεγε τὴν τοιαύτην φωνήν. Καὶ ἀμφότερα πάλιν παρὰ τοῦ αὐτοῦ ἐλέγετο, ἵνα δείξῃ ὅτι Θεὸς ἦν θέλων μὲν αὐτὸς, γενόμενος δὲ ἄνθρωπος εἶχε δειλιῶσαν τὴν σάρκα, διʼ ἣν συνεκέρασε τὸ ἑαυτοῦ θέλημα τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ, ἵνα καὶ τοῦτο πάλιν ἀφανίσας, θαῤῥαλέον τὸν ἄνθρωπον πάλιν πρὸς τὸν θάνατον κατασκευάσῃ. Ἰδοὺ γοῦν πρᾶγμα παράδοξον ἀληθῶς· ὃν ὡς κατὰ δειλίαν λαλεῖν νομίζουσιν οἱ Χριστομάχοι, οὗτος τῇ νομιζομένῃ δειλίᾳ θαῤῥαλέους καὶ ἀφόβους τοὺς ἀνθρώπους κατεσκεύαζεν. Οἱ γοῦν μακάριοι ἀπόστολοι μετʼ αὐτὸν οὕτως ἐκ τῶν τοιούτων φωνῶν κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν τῶν ‘ἀνακρινόντωνʼ αὐτοὺς, ἀλλὰ λέγειν, ‘Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις·’ οἵ τε ἄλλοι ἅγιοι μάρτυρες οὕτως ἐθάῤῥουν, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἢ θάνατον ὑπομένειν. Πῶς οὖν οὐκ ἄτοπον τῶν μὲν θεραπόντων τοῦ Λόγου θαυμάζειν τὴν ἀνδρείαν, αὐτὸν δὲ τὸν Λόγον λέγειν δειλιᾷν, διʼ ὃν κἀκεῖνοι τοῦ θανάτου κατεφρόνησαν; Ἐκ δὲ τῆς τῶν ἁγίων μαρτύρων καρτερικωτάτης προθέσεως καὶ ἀνδρείας δείκνυται, ὡς οὐκ ἦν ἡ θεότης δειλιῶσα, ἀλλὰ τὴν ἡμῶν δειλίαν ἦν ἀφαιρούμενος ὁ Σωτήρ. Ὡς γὰρ τὸν θάνατονʼ θανάτῳ ‘κατήργησε,’ καὶ ἀνθρωπίνως πάντα τὰ ἀνθρώπινα, οὕτω τῇ νομιζομένῃ δειλίᾳ τὴν ἡμῶν δειλίαν ἀφῃρεῖτο, καὶ πεποίηκε μηκέτι φοβεῖσθαι τοὺς ἀνθρώπους τὸν θάνατον. Ἔλεγεν οὖν ταῦτα καὶ ἅμα ἐποίει. Ἀνθρώπινα μὲν γὰρ ἦν τὸ λέγειν, ‘παρελθέτω τὸ ποτήριον,ʼ καὶ, ‘ἵνα τί με ἐγκατέλιπες θεϊκῶς δὲ ὁ αὐτὸς ἐποίει τὸν ἥλιον ἐκλείπειν, καὶ τοὺς νεκροὺς ἐγείρεσθαι. Πάλιν τε λέγων ἀνθρωπίνως, ‘νῦν ἡ ψυχή μου τετάρακται,ʼ ἔλεγε καὶ θεϊκῶς, ‘ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν Τὸ μὲν γὰρ ταράττεσθαι τῆς σαρκὸς ἴδιον ἦν, τὸ δὲ ἐξουσίαν ἔχειν θεῖναι καὶ λαβεῖν, ὅτε βούλεται, τὴν ψυχὴν, οὐκέτι τοῦτο ἴδιον ἀνθρώπων, ἀλλὰ τῆς τοῦ Λόγου δυνάμεώς ἐστιν. Ἄνθρωπος γὰρ οὐ κατʼ ἰδίαν ἐξουσίαν, ἀλλʼ ἀνάγκῃ φύσεως καὶ μὴ θέλων ἀποθνήσκει· ὁ δὲ Κύριος, ἀθάνατος αὐτὸς ὢν, σάρκα δὲ θνητὴν ἔχων, ἐπʼ ἐξουσίας εἶχεν, ὡς Θεὸς, ἀπὸ τοῦ σώματος χωρισθῆναι, καὶ τοῦτο πάλιν ἀναλαβεῖν, ὅτε βούλεται. Περὶ τούτου καὶ Δαβὶδ ψάλλει· ‘οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·’ Ἔπρεπε γὰρ φθαρτὴν οὖσαν τὴν σάρκα μηκέτι κατὰ τὴν ἑαυτῆς φύσιν μένειν θνητὴν, ἀλλὰ διὰ τὸν ἐνδυσάμενον αὐτὴν Λόγον ἄφθαρτον διαμένειν. Ὡς γὰρ αὐτὸς, γενόμενος ἐν τῷ ἡμῶν σώματι, τὰ ἡμῶν ἐμιμήσατο, οὕτως ἡμεῖς δεξάμενοι αὐτὸν, τῆς παῤ ἐκείνου μεταλαμβάνομεν ἀθανασίας.