Ancient Greek
Chapter 67
Athanasius Alexandrinus, Oratio III contra Arianos 67.1
Not analysed yet
67. Οὐκοῦν μὴ λεγέσθω θελήματος δημιούργημα ὁ Υἱὸς, (μηδὲ τὰ Οὐαλεντίνου ἐπεισαγέσθω τῇ ἐκκλησίᾳ,) ἀλλὰ βουλὴ ζῶσα, καὶ ἀληθῶς φύσει γέννημα, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. Οὕτω γὰρ καὶ ὁ μὲν Πατὴρ εἴρηκεν, ‘Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν·’ ὁ δὲ Υἱὸς ἀκολούθως, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.’ Εἰ δὲ ὁ Λόγος ἐν καρδίᾳ, ποῦ ἡ βούλησις; καὶ εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ποῦ ἡ θέλησις; καὶ εἰ ἡ βούλησις αὐτὸς, πῶς ‘ἐν βουλήσειʼ ἡ βουλή; ἄτοπον γάρ· ἵνα μὴ καὶ ἐν λόγῳ ὁ Λόγος, καὶ ὁ Υἱὸς ἐν υἱῷ, καὶ ἡ Σοφία ἐν σοφίᾳ γίνηται, καθάπερ πολλάκις εἴρηται. Πάντα γάρ ἐστιν ὁ Υἱὸς τοῦ Πατρός· καὶ οὐδὲν ἐν τῷ Πατρὶ πρὸ τοῦ Λόγου· ἀλλʼ ἐν τῷ Λόγῳ καὶ ἡ βούλησις· καὶ δι᾿ αὐτοῦ τὰ τοῦ βουλήματος εἰς ἔργον τελειοῦται, ὡς ἔδειξαν αἱ θεῖαι γραφαί. Ἐβουλόμην δὲ τοὺς ἀσεβεῖς οὕτως εἰς ἀλογίαν πεπτωκότας, καὶ περὶ ‘βουλήσεως’ σκεπτομένους, νῦν ἐρωτῆσαι μηκέτι τὰς τικτούσας αὐτῶν γυναῖκας, ἂς οὗτοι πρότερον ἠρώτων λέγοντες, ‘Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς;’ ἀλλὰ τοὺς πατέρας, καὶ εἰπεῖν αὐτοῖς, ‘Πότερον βουλευόμενοι γίνεσθε πατέρες, ἢ κατὰ φύσιν καὶ τῆς ὑμῶν βουλήσεως; ἢ τῆς φύσεως καὶ οὐσίας ὑμῶν ἐστιν ὅμοια τὰ τέκνα;’ ἵνα κἂν παρὰ τῶν γονέων ἐντραπῶσι, παῤ ὧν τὸ λῆμμα τῆς ‘γενέσεως’ ἀπῄτησαν, καὶ παῤ ὧν ἤλπισαν ἔχειν τὴν γνῶσιν. Ἀποκριθήσονται γὰρ αὐτοῖς, ὅτι ‘ἃ γεννῶμεν, οὐ τοῦ θελήματος, ἀλλʼ ἡμῶν ἐστιν ὅμοια· οὐδὲ προβουλευσάμενοι γινόμεθα γονεῖς, ἀλλὰ τῆς φύσεως ἴδιόν ἐστι τὸ γεννᾷν· ἐπεὶ καὶ ἡμεῖς τῶν τεκόντων ἐσμὲν εἰκόνες.’ Ἢ τοίνυν καταγινωσκέτωσαν ἑαυτῶν, καὶ παυέσθωσαν πυνθανόμενοι γυναικῶν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ μανθανέτωσαν παῤ αὐτῶν, ὅτι οὐ ‘βουλήσειʼ γεννᾶται ὁ υἱὸς, ἀλλὰ φύσει καὶ ἀληθείᾳ. Πρέπων δὲ καὶ ἁμόζων τούτοις ὁ ἐξ ἀνθρώπων ἔλεγχος, ἐπειδὴ καὶ ἀνθρώπινα περὶ τῆς θεότητος διαλογίζονται οἱ κακόφρονες. Τί τοίνυν ἔτι μαίνονται οἱ Χριστομάχοι; καὶ τοῦτο γὰρ αὐτῶν, ὥσπερ οὖν καὶ τὰ ἄλλα προβλήματα, δέδεικται καὶ ἠλέγχθη φαντασία καὶ μυθοπλαστία μόνον ὄντα· καὶ διὰ τοῦτο ὀφείλουσι, κἂν ὀψέ ποτε θεωρήσαντες εἰς ὅσον ἀφροσύνης πεπτώκασι κρημνὸν, ἀναδῦναι καὶ φυγεῖν ἀπὸ ‘τῆς τοῦ διαβόλου παγίδος,ʼ νουθετούμενοι παῤ ἡμῶν. Φιλάνθρωπος γὰρ ἡ ἀλήθεια, κράζουσα διαπαντός· ‘Εἰ ἐμοὶ μὴ πιστεύετεʼ διὰ τὴν τοῦ σώματος περιβολὴν, κἂν ‘τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ καὶ, ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’ καὶ, ‘ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. ʼ Ἀλλ’ ὁ μὲν Κύριος συνήθως φιλανθρωπεύεται, καὶ θέλει πάντας ‘ἀνορθοῦσθαι τοὺς κατεῤῥαγμένους,’ ὡς ‘ἡ αἴνεσιςʼ λέγει τοῦ Δαβίδ· οἱ δὲ ἀσεβεῖς, οὐ θέλοντες ἀκούειν Κυριακῆς φωνῆς, οὐδὲ φέροντες ὁρᾷν τὸν Κύριον ὑπὸ πάντων ὁμολογούμενον Θεὸν καὶ Θεοῦ Υἱὸν, περιέρχονται οἱ ἄθλιοι, ὡς οἱ κάνθαροι, μετὰ τοῦ πατρὸς ἑαυτῶν τοῦ διαβόλου προφάσεις εἰς ἀσέβειαν ζητοῦντες. Ποίας οὖν ἄρα μετὰ ταῦτα πάλιν, ἢ πόθεν εὑρεῖν δυνήσονται, εἰ μὴ ἄρα παρὰ μὲν Ἰουδαίων καὶ τοῦ Καϊάφα δανείσωνται τὰς δυσφημίας, παῤ Ἑλλήνων δὲ λάβωσι τὴν ἀθεότητα; αἱ γὰρ θεῖαι γραφαὶ τούτοις ἐκλείσθησαν, καὶ πανταχόθεν ἐξ αὐτῶν ἠλέγχθησαν ἄφρονες καὶ Χριστομάχοι.