Ancient Greek · ~11 min
Chapter 66
Athanasius Alexandrinus, Oratio III contra Arianos 66
Not analysed yet
66. Ἆῤ οὖν ἐπεὶ φύσει καὶ μὴ ἐκ βουλήσεώς ἐστιν ὁ Υἱὸς, ἤδη καὶ ἀθέλητός ἐστι τῷ Πατρὶ, καὶ ‘μὴ βουλομένουʼ τοῦ Πατρός ἐστιν ὁ Υἱός; οὐμενοῦν· ἀλλὰ καὶ θελόμενός ἐστιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, καὶ, ὡς αὐτός φησιν, ‘ὁ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ. Ὡς γὰρ τὸ εἶναι ἀγαθὸς οὐκ ἐκ βουλήσεως μὲν ἤρξατο, οὐ μὴν ἀβουλήτως καὶ ἀθελήτως ἐστὶν ἀγαθὸς (ὃ γάρ ἐστι, τοῦτο καὶ θελητόν ἐστιν αὐτῷ), οὕτω καὶ τὸ εἶναι τὸν Υἱὸν, εἰ καὶ μὴ ἐκ βουλήσεως ἤρξατο, ἀλλʼ οὐκ ἀθέλητον, οὐδὲ παρὰ γνώμην ἐστὶν αὐτῷ. Ὥσπερ γὰρ τῆς ἰδίας ὑποστάσεώς ἐστι θελητὴς, οὕτως καὶ ὁ Υἱὸς, ἴδιος ὢν αὐτοῦ τῆς οὐσίας, οὐκ ἀθέλητός ἐστιν αὐτῷ, Θελέσθω καὶ φιλείσθω τοίνυν ὁ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ οὕτω τὸ ‘θέλεινʼ καὶ τὸ ‘μὴ ἀβούλητονʼ τοῦ Θεοῦ τις εὐσεβῶς λογιζέσθω. Καὶ γὰρ ὁ Υἱὸς τῇ θελήσει ᾗ θέλεται παρὰ τοῦ Πατρὸς, ταύτῃ καὶ αὐτὸς ἀγαπᾶ, καὶ θέλει, καὶ τιμᾷ τὸν Πατέρα· καὶ ἕν ἐστι θέλημα τὸ ἐκ Πατρὸς ἐν Υἱῷ, ὡς καὶ ἐκ τούτου θεωρεῖσθαι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ. Μὴ μέντοι κατὰ Οὐαλεντῖνον προηγουμένην τις ‘βούλησιν ἐπεισαγέτω, μηδὲ μέσον τις ἑαυτὸν ὠθείτω τοῦ μόνου Πατρὸς πρὸς τὸν μόνον Λόγον, προφάσει τοῦ ‘βουλεύεσθαι·’ μαίνοιτο γὰρ ἄν τις, μεταξὺ τιθεὶς Πατρὸς καὶ Υἱοῦ ‘βούλησινʼ καὶ σκέψιν. Καὶ γὰρ ἕτερόν ἐστι λέγειν, ‘βουλήσει γέγονεν·’ ἕτερον δὲ, ὅτι ‘ἴδιον ὄντα φύσει τὸν Υἱὸν αὐτοῦ ἀγαπᾷ καὶ θέλει αὐτόν.’ Τὸ μὲν γὰρ λέγειν, ‘ἐκ βουλήσεως γέγονε, πρῶτον μὲν τὸ μὴ εἶναί ποτε τοῦτον σημαίνει· ἔπειτα δὲ, καὶ τὴν ἐπʼ ἄμφω ῥοπὴν ἔχει, καθάπερ εἴρηται· ὥστε δύνασθαί τινα νοεῖν ὅτι ἠδύνατο καὶ μὴ βούλεσθαι τὸν Υἱόν. Ἐπὶ Υἱοῦ δὲ λέγειν, ‘ἡδύνατο καὶ μὴ εἶναι,’ δυσσεβές ἐστι καὶ φθάνον εἰς τὴν τοῦ Πατρὸς οὐσίαν τὸ τόλμημα· εἴγε τὸ ἴδιον αὐτῆς ἡδύνατο μὴ εἶναι· ὅμοιον γὰρ ὡς εἰ ἐλέγετο, ‘ἠδύνατο καὶ μὴ εἶναι ἀγαθὸς ὁ Πατήρ.’ Ἀλλʼ ὥσπερ ἀγαθὸς ἀεὶ καὶ τῇ φύσει, οὕτως ἀεὶ γεννητικὸς τῇ φύσει ὁ Πατήρ· τὸ δὲ λέγειν, ‘ὁ Πατὴρ θέλει τὸν Υἱὸν,ʼ καὶ, ‘ὁ Λόγος θέλει τὸν Πατέρα,ʼ οὐ ‘βούλησιν προηγουμένηνʼ δείκνυσιν, ἀλλὰ φύσεως γνησιότητα, καὶ οὐσίας ἰδιότητα καὶ ὁμοίωσιν γνωρίζει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος ἄν τις εἴποι καὶ τοῦ φωτὸς, ὅτι τὸ ἀπαύγασμα οὐκ ἔχει μὲν ‘βούλησιν προηγουμένην ἐν τῷ φωτὶ, ἔστι δὲ φύσει αὐτοῦ γέννημα, θελόμενον παρὰ τοῦ φωτὸς τοῦ καὶ γεννήσαντος αὐτὸ, οὐκ ἐν σκέψει βουλήσεως, ἀλλὰ φύσει καὶ ἀληθείᾳ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὀρθῶς ἄν τις εἴποι ὅτι ὁ Πατὴρ ἀγαπὰ καὶ θέλει τὸν Υἱὸν, καὶ ὁ Υἱὸς ἀγαπᾷ καὶ θέλει τὸν Πατέρα.