Ancient Greek
Chapter 7
Athanasius Alexandrinus, Oratio III contra Arianos 7
Not analysed yet
7. Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσφημοῦσι μὲν τὸν Κύριον, ὀνειδίζουσι δὲ ἡμῖν λέγοντες, ‘Ἰδοὺ “εἷς,” καὶ “μόνος,” καὶ “πρῶτος” λέγεται ὁ Θεός· πῶς ὑμεῖς λέγετε τὸν Υἱὸν εἶναι Θεόν; εἰ γὰρ ἦν Θεὸς, οὐκ ἂν ἔλεγεν, “Ἐγὼ μόνος,” οὐδὲ ὅτι “εἷς ἐστιν ὁ Θεὸς·”’ ἀναγκαῖον τὸν νοῦν καὶ τούτων τῶν ῥητῶν, ὡς δυνατόν ἐστιν, εἰπεῖν, ἵνα πάντες γνῶσι καὶ ἐκ τούτων ὅτι ὄντως εἰσὶν οἱ Ἀρειανοὶ θεομάχοι. Εἰ μὲν οὖν ἅμιλλα τῷ Υἱῷ ἐστι πρὸς τὸν Πατέρα, τοιαύτας ἀκουέτω φωνάς· καὶ εἰ ὥσπερ Δαβὶδ ἤκουσε περὶ τοῦ Ἀδωνίου καὶ τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ ὁ Πατὴρ βλέπει τὸν Υἱὸν, πρὸς ἑαυτὸν λεγέτω καὶ προφερέτω τοιαῦτα ῥήματα, μήποτε ὁ Υἱὸς, λέγων ἑαυτὸν Θεὸν, ἀποστήσῃ τινὰς ἀπὸ τοῦ Πατρός· εἰ δὲ ὁ γινώσκων τὸν Υἱὸν γινώσκει μᾶλλον τὸν Πατέρα, ἀποκαλύπτοντος τοῦτον αὐτῷ τοῦ Υἱοῦ, καὶ ἐν τῷ Λόγῳ ὄψεται μᾶλλον τὸν Πατέρα, καθάπερ εἴρηται· ἐλθὼν δὲ ὁ Υἱὸς, οὐχ ἑαυτὸν, ἀλλὰ τὸν Πατέρα ἐδόξασε, λέγων μὲν τῷ προσερχομένῳ, ‘Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·’ ἀποκρινόμενος δὲ τῷ ἐρωτῶντι, ποία ἐντολὴ ἐν τῷ νόμῳ μείζων, ὅτι, ‘Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι·’ καὶ τοῖς μὲν ὄχλοις λέγων, ‘ἐγὼ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός·’ τοὺς δὲ μαθητὰς διδάσκων, ὅτι ‘ὁ Πατήρ μου μείζων μού ἐστι·’ καὶ, ‘ὁ ἐμὲ τιμῶν τιμᾷ τὸν πέμψαντά με.’ καὶ εἰ τοιοῦτός ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ποία ἐναντιότης, ἵνα καὶ τοιαύτην τις ὑπόνοιαν λάβῃ περὶ τῶν τοιούτων ῥητῶν; ἄλλως τε εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, τίς οὕτως ἐστὶν ἄφρων, πλὴν τῶν Χριστομάχων, ὡς νομίζειν ὅτι τὸν ἑαυτοῦ Λόγον διαβάλλων καὶ ἀναιρῶν τὰ τοιαῦτα λελάληκεν ὁ Θεός; Οὐκ ἔστιν οὗτος ὁ νοῦς Χριστιανῶν· μὴ γένοιτο· οὐ γὰρ διὰ τὸν Υἱὸν ταῦτα γέγραπται, ἀλλʼ εἰς ἀναίρεσιν τῶν πλασθέντων παρὰ τῶν ἀνθρώπων ψευδωνύμων θεῶν· καὶ ἡ διάνοια τῶν τοιούτων ῥητῶν ἔχει τὴν αἰτίαν εὔλογον.