Ancient Greek
Section 13
Athanasius Alexandrinus, Oratio in resurrectionem et in recens baptizatos [Sp.] 13
Not analysed yet
Ἐπὶ τούτοις τί προσῆκεν ποιεῖν; Σὺν τῷ μακαρίῳ Δαυὶδ χορεύειν· καὶ γὰρ ζῇ καὶ σιωπῶν ψάλλει καὶ ἐπειδὴ ἐκ τοῦ σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα ἀνέτειλεν ἡμῖν ὁ ἐλευθερωτής. Βλέπε σήμερον συγχορεύοντα. Φησὶν γάρ· «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινὸν ὅτι θαυμαστὰ ἐποίησεν.»