Ancient Greek
Section 14
Athanasius Alexandrinus, Oratio in resurrectionem et in recens baptizatos [Sp.] 14
Not analysed yet
Πέπαυται γὰρ ἡ τοῦ διαβόλου τελετὴ καὶ μαντικὰ μὲν ὕδατα οὐκ ἐνεργεῖ, βαπτίσματος δὲ χάρις ἐλευθεροῖ. Ταῦτα ἐστιν ἃ ἐδωρήσατο Χριστὸς τῇ ἐκκλησίᾳ. Διὰ ταῦτα ἄνθρωπος γέγονεν μείνας θεὸς οὐχ ἑαυτὸν βλάψας, ἵνα ἡμᾶς ἐλευθερώσῃ. Διὰ ταῦτα ἄνθρωπος γέγονεν ἵνα κρύψας λαθὼν τὸν πολέμιον ἐλευθερώσῃ τὸν αἰχμάλωτον.