Ancient Greek
Section 17
Athanasius Alexandrinus, Oratio in resurrectionem et in recens baptizatos [Sp.] 17
Not analysed yet
Γένοιτο δὲ ὑμᾶς εἰς τὸ αὐτὸ συνελθεῖν, ἵνα ὅλη φαιδρὰ ἡ ἐκκλησία γεναμένη ὅλη ἀστέρων πληρωθῇ. Οὐρανὸς γένοιτο ἀντὶ γῆς, τοῦ διαβόλου τὴν ὁμίχλην σκεδαννύουσα. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Τοῦ μακαρίου Ἀθανασίου ἀρχιεπισκόπου εἰς τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν.