Ancient Greek
Section 16
Athanasius Alexandrinus, Oratio in resurrectionem et in recens baptizatos [Sp.] 16
Not analysed yet
Καλεῖ σε ὁ θεός· ἐπάκουσον. Ἆρα οὐκ ἀρκεῖ σοι πρὸς λύπην, ἐν τῷ μέλλειν ἡμᾶς μυσταγωγεῖσθαι τὴν σωτήριον ἡμῶν οἰκονομίαν, ἔξω βάλλεσθαί σε ὡς ἀλλότριον; Προσκυνεῖς Χριστὸν καὶ οὐκ οἶδας τὰ τοῦ Χριστοῦ. Πλουτεῖς τοῖς τοῦ Χριστοῦ καὶ οὐ νοεῖς τὸν θησαυρόν. Πρόκειταί σοι τροφὴ καὶ πεινᾷς.