Ancient Greek · ~1 min
Section 3
Athanasius Alexandrinus, Oratio in resurrectionem et in recens baptizatos [Sp.] 3
Not analysed yet
Τούτους πάντας ᾐχμαλώτευσεν ὁ διάβολος, τούτους πάντας ἠλευθέρωσεν ὁ Χριστός, τούτους πάντας προέδωκεν ἡ τῆς Εὕας προπέτεια, τούτους πάντας ἔδειξεν ἀνειμένους ὁ Μαρίας τοκετός. Οὐχ ἡψάμεθα μετὰ τοῦ Ἀδὰμ τοῦ δένδρου καὶ συνημάρτομεν. Οὐ συνηλώθημεν Χριστῷ καὶ συνανέστημεν. Ἐκεῖ συζήσαντες ἀπεθάνομεν, ὧδε συνταφέντες ἠγέρθημεν. Οὐχ ἡμαρτηκότες, τότε ἡμάρτομεν· οὐκ εὐπραγήσαντες, νῦν ἐδικαιώθημεν.