Ancient Greek · ~1 min
Section 4
Athanasius Alexandrinus, Oratio in resurrectionem et in recens baptizatos [Sp.] 4
Not analysed yet
Ὦ ζωῆς ἐπιθανατίου, ὦ θανάτου ζωὴν γεννῶντος, ὦ ἡδονῆς ἐμπαθοῦς, ὦ λύπης περιχαροῦς. Κροτήσωμεν χεῖρας, σάλπιγγος ὑψηλοτέρᾳ βοῇ τὴν φωνὴν ἀνυψώσωμεν, ἀναλαβόμενοι μέλος εὐχαριστήριον. Νῦν τῷ τοῦ διαβόλου ἐπιχαρησώμεθα πτώματι, τὸν ἡμέτερον βασιλέα ἐπὶ τῇ νίκῃ ἀνυμνοῦντες.