Ancient Greek · ~7 min
Chapter 15
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 15
Not analysed yet
15. Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ ‘πλατύνεσθαιʼ λέγειν εἰς τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολμῶσι διαιρεῖν Λόγον καὶ Υἱὸν, καὶ λέγειν ἄλλον μὲν εἶναι τὸν Λόγον, ἕτερον δὲ τὸν Υἱὸν, καὶ πρότερον μὲν εἶναι τὸν Λόγον, εἶτα τὸν Υἱόν· φέρε, καὶ περὶ τούτων ἴδωμεν. Ἔστι δὲ τούτων διάφορος ἡ τόλμα. Οἱ μὲν γὰρ τὸν ἄνθρωπον, ὃν ἀνέλαβεν ὁ Σωτὴρ, αὐτὸν εἶναι τὸν Υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν Λόγον, Υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν· ἄλλοι δέ εἰσιν οἱ λέγοντες, αὐτὸν τὸν Λόγον τότε Υἱὸν γεγενῆσθαι, ὅτε ἐνηνθρώπησεν· ‘Ἀπὸ γὰρ Λόγου,’ φασὶ, ‘γέγονεν Υἱὸς, οὐκ ὢν πρότερον Υἱὸς, ἀλλὰ Λόγος μόνον.’ Στωϊκὰ μὲν οὖν ἀμφότερα, τό τε πλατύνεσθαι λέγειν τὸν Θεὸν, καὶ ἀρνεῖσθαι τὸν Υἱόν. Κατὰ περιττὸν δὲ ἀνόητον, ὅτι, ὀνομάζοντες ‘Λόγον,ʼ ἀρνοῦνται αὐτὸν Υἱὸν εἶναι. Εἰ μὲν γὰρ οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ ὁ Λόγος, εἰκότως ἂν αὐτὸν ἀρνοῖντο εἶναι Υἱόν· εἰ δὲ ἐκ τοῦ Θεοῦ ἐστι διὰ τί μὴ συνορῶσιν ὅτι τὸ ἔκ τινος ὑπάρχον ‘υἱόςʼ ἐστιν ἐκείνου, ἐξ οὗ καὶ ἔστιν; Εἶτα εἰ τοῦ Λόγου Πατήρ ἐστιν ὁ Θεὸς, διὰ τί μὴ καὶ ὁ Λόγος Υἱὸς ἂν εἴη τοῦ ἑαυτοῦ Πατρός; ‘πατὴρʼ γὰρ τίς ἐστι καὶ λέγεται, οὗ ἐστιν ὁ υἱός· καὶ ‘υἱόςʼ τίς ἐστι καὶ λέγεται ἐκείνου, οὗ ἐστιν ὁ πατήρ. Εἰ τοίνυν τοῦ Χριστοῦ οὐκ ἔστι Πατὴρ ὁ Θεὸς, οὐδὲ ὁ Λόγος Υἱὸς ἂν εἴη· εἰ δὲ Πατὴρ ὁ Θεὸς, εἰκότως ἂν εἴη καὶ ὁ Λόγος Υἱός. Εἰ δὲ ὕστερον μὲν Πατὴρ καὶ πρῶτον Θεὸς, Ἀρειανῶν μὲν τὸ φρόνημα· ἔπειτα, ἄτοπονμεταβάλλεσθαι τὸν Θεόν, σωματικὸν γάρ· εἰ δὲ ὥσπερ ἐπὶ τῆς κτίσεως ὕστερον ποιητὴς, ἰστέον, ὅτι τῶν γινομένων ὕστερόν ἐστιν ἡ μεταβολὴ, οὐχὶ τοῦ Θεοῦ.