Ancient Greek · ~12 min
Chapter 19
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 19.1
Not analysed yet
19. Καὶ τούτου τοίνυν δειχθέντος, δῆλον ὅτι Υἱός ἐστιν ὁ Λόγος. Εἰ δὲ ὁ Υἱός ἐστι τὸ φῶς τὸ εἰς τὸν κόσμον ἐληλυθὸς, ἀναντιῤῥήτως διὰ τοῦ Υἱοῦ ὁ κόσμος ἐγένετο. Ἐν γὰρ τῇ ἀρχῇ τοῦ εὐαγγελίου περὶ τοῦ βαπτιστοῦ λέγων Ἰωάννου ὁ εὐαγγελιστής φησιν, ‘οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· ᾿Ἦν γὰρ, ὡς προέφημεν, ‘τὸ φῶςʼ αὐτὸς ὁ Χριστὸς ‘τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον.’ Εἰ γὰρ ‘ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο,’ ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν Λόγον τοῦ Θεοῦ, περὶ οὗ καὶ πάντα διʼ αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθήσονται λέγειν, ἵνʼ ὁ μὲν δι᾿ Υἱοῦ, ὁ δὲ διὰ τοῦ Λόγου εἴη γεγονώς· ἢ, εἰ εἷς ἐστιν ὁ κόσμος καὶ μία ἡ κτίσις, ἀκόλουθον καὶ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν καὶ Λόγον πρὸ πάσης κτίσεως· δι᾿ αὐτοῦ γὰρ γέγονεν. Οὐκοῦν εἰ ὡς διὰ τοῦ Λόγου, οὕτω καὶ διὰ Υἱοῦ τὰ πάντα γέγονεν, οὐδὲν ἐναντίον φανήσεται, ἀλλὰ καὶ ταὐτὸν εἴη ἂν εἰπεῖν, ὡς ‘ἐν ἀρχῇ ἦν ὁ Λόγος,ʼ ἐν ἀρχῇ ἦν ὁ Υἱός. Εἰ δὲ, ὅτι μὴ εἶπεν ὁ Ἰωάννης, ‘ἐν ἀρχῇ ἦν ὁ Υἱὸς,᾿ οὐχ ἁρμόζειν φήσουσι τῷ Υἱῷ τὰ τοῦ Λόγου, ὥρα καὶ τὰ τοῦ Υἱοῦ μὴ ἁρμόζειν τῷ Λόγῳ. Τοῦ δὲ Υἱοῦ ἐδείχθη τὸ ‘ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,ʼ καὶ τὸ, ‘ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς,᾿ ὑπάρχειν αὐτόν· καὶ τὸ, ‘ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με· ʼ κοινὸν μέντοι πρός τε τὸν Λόγον καὶ τὸν Υἱὸν τὸ τὸν κόσμον διʼ αὐτοῦ γεγενῆσθαι· ὡς ἐκ τούτου δείκνυσθαι πρὸ τοῦ κόσμου εἶναι τὸν Υἱόν. Ἀνάγκη γὰρ τὸν δημιουργὸν πρὸ τῶν γιγνομένων εἶναι. Καὶ τὸ πρὸς Φίλιππον δὲ λεγόμενον οὐ τοῦ Λόγου κατʼ αὐτοὺς ἂν εἴη, ἀλλὰ τοῦ Υἱοῦ. Εἶπε γὰρ, φησὶν, ὁ Ἰησοῦς· ‘Τοσοῦτον χρόνον μεθʼ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν Πατέρα; οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; τὰ ῥήματα, ἃ ἐγὼ λαλῷ ὑμῖν, ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἔγω πρὸς τὸν Πατέρα πορεύομαι. Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. ᾿Οὐκοῦν εἰ ὁ Πατὴρ δοξάζεται ἐν τῷ Υἱῷ, ὁ Υἱὸς ἂν εἴη ὁ λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί· ᾿αὐτὸς καὶ τὸ, ‘ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα. Αὐτὸς γὰρ ὁ ταῦτα λέγων Υἱὸν ἑαυτὸν δείκνυσιν ἐπάγων, ‘ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. ᾿