Ancient Greek
Chapter 18
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 18
Not analysed yet
18. Ἴσως μὲν οὖν ἂν εἴποιεν ἀναιδῶς, μὴ Υἱοῦ. ἀλλὰ Λόγου εἶναι τὴν φωνὴν ταύτην. Ἀλλʼ ἐν τοῖς ἀνωτέρω λεχθεῖσι δῆλον ἐγένετο ὅτι Υἱός ἐστιν ὁ λέγων. Ὁ γὰρ λέγων ἐνταῦθα, ‘οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι,᾿ δείκνυται οὐκ ἄλλος εἶναι ἢ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. Φησὶ γὰρ ἐν τοῖς ἔμπροσθεν ὁ αὐτὸς Ἰωάννης, ‘Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπʼ αὐτὸν μὴ ἀπόληται, ἀλλʼ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἴνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ, Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. ᾿Εἰ ὁ λέγων, ‘οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλʼ ἵνα σώσω αὐτὸν,ʼ αὐτός ἐστιν ὁ λέγων, ‘ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με· ᾿ὁ δὲ ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ μὴ κρῖναι αὐτὸν, ὁ μονογενής ἐστιν Υἱὸς τοῦ Θεοῦ· δῆλον ὅτι ὁ αὐτὸς Υἱός ἐστιν ὁ λέγων, ‘ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με. ᾿Καὶ γὰρ ὁ λέγων, ‘ὁ πιστεύων εἰς ἐμὲ,’ καὶ, ‘ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων, ἐγὼ οὐ κρίνω αὐτὸν,᾿ αὐτός ἐστιν ὁ Υἱὸς, περὶ οὗ ταῦτά φησιν, ‘ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. ᾿Καὶ πάλιν, ‘καὶ αὕτη ἐστὶν ἡ κρίσις τοῦ μὴ πιστεύοντος εἰς τὸν Υἱὸν, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον,ʼ καὶ οὐκ ἐπίστευσαν αὐτῷ, δηλονότι τῷ Υἱῷ· αὐτὸς γὰρ ἂν εἴη ‘τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον· καὶ ὅσον χρόνον ἐπὶ γῆς ὑπῆρχε κατὰ τὴν ἐνανθρώπησιν, φῶς εἰς τὸν κόσμον ἦν, ὡς ἔφη αὐτός· ‘ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε· ἐγὼ γὰρ φῶς,᾿ φησὶν, ‘εἰς τὸν κόσμον ἐλήλυθα. ᾿