Ancient Greek
Chapter 24
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 24
Not analysed yet
24. Οὐ μὴν δὲ, ἀλλʼ ἀληθῶς καὶ ἐν τῇ παλαιᾷ περὶ Υἱοῦ πολλὰ λέγεται· οἷον ἐν τῷ δευτέρῳ ψαλμῷ τὸ Ὑἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·’ καὶ ἐν τῷ ἐννάτῳ ἡ ἐπιγραφὴ, ‘Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαυΐδ. ᾿καὶ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, δὴ ὑπὲρ τοῦ ἀγαπητοῦ· ᾿καὶ ἐν τῷ Ἡσαΐᾳ, ‘Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ. ʼ Τὸ δὲ ἀγαπητὸς τίς ἂν εἴη ἢ Υἱὸς μονογενής; ὡς καὶ ἐν τῷ ἑκατοστῷ ἐννάτῳ, ‘ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,’ περὶ οὗ ὕστερον λεχθήσεται· καὶ ἐν Παροιμίαις δὲ, ‘πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με· ᾿καὶ ἐν τῷ Δανιὴλ, ‘καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία Υἱῷ Θεοῦ,ʼ καὶ ἄλλα πλείονα. Εἰ τοίνυν ἐκ τῆς παλαιᾶς ἡ ἀρχαιότης, ἀρχαῖος ἂν εἴη καὶ ὁ Υἱὸς, ὁ ἐν τῇ παλαιᾷ ἐν πολλοῖς σαφηνιζόμενος. Ἀλλὰ ‘ναὶ,ʼ φασὶ, ‘κεῖται μὲν, προφητικῶς δὲ ἔστω. ʼ Οὐκοῦν καὶ περὶ τοῦ Λόγου προφητικῶς εἰρῆσθαι λεχθείη ἄν· οὐ γὰρ τὸ μὲν, τὸ δέ. Εἰ γὰρ τὸ ‘Υἱός μου εἶ σὺ,ʼ ἐπὶ μέλλοντος, δῆλον ὅτι καὶ τὸ Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν Οὐ γὰρ εἶπεν, ‘ἐγένοντο,ʼ οὐδὲ ‘ἐποίησεν. ᾿Ὅτι δὲ τὸ ‘ἐστερέωσεν᾿ ἐπὶ μέλλοντος, φησίν· ‘Ὁ Κύριος ἐβασίλευσεν· ᾿εἶτα· ‘Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται Καὶ εἰ τὸ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ, ‘ὑπὲρ τοῦ ἀγαπητοῦ,ʼ ἐπὶ μέλλοντος, δῆλον ὅτι καὶ τὸ ἐπιφερόμενον τὸ ‘ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.’ Καὶ εἰ τὸ ἐκ γαστρὸςʼ ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ ‘ἐκ καρδίας· ᾿Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ ‘ἐκ καρδίαςʼ ἀίδιον, καὶ τὸ ‘ἐκ γαστρὸς ἀίδιον· καὶ εἰ ὁ μονογενὴς ἐν κόλποις, καὶ ὁ ἀγαπητὸς ἐν κόλποις. Ταὐτὸν γάρ ἐστι τό τε μονογενὲς καὶ τὸ ἀγαπητὸν, ὡς τὸ ‘οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός.’ Οὐ γὰρ δὴ τὴν εἰς αὐτὸν ἀγάπην σημᾶναι θέλων, εἶπε τὸ ‘ἀγαπητὸς,’ ἵνα μὴ τοὺς ἄλλους μισεῖν δόξῃ· ἀλλὰ τὸ μονογενὲς ἐδήλου, ἵνα τὸ μόνον ἐξ αὐτοῦ εἶναι αὐτὸν δείξῃ. Καὶ τῷ’ Ἀβραὰμ γοῦν σημᾶναι θέλων ὁ Λόγος τὸ μονογενὲς, φησί· ‘προσένεγκε τὸν υἱόν σου τὸν ἀγαπητόν.’ Παντὶ δὲ δῆλον, ἐκ τῆς Σάῤῥας μόνον εἶναι τὸν Ἰσαάκ. Ἔστιν ἄρα ὁ Λόγος Υἱὸς, οὐκ ἄρτι γεγονὼς ἢ ὀνομασθεὶς Υἱὸς, ἀλλʼ ἀεὶ Υἱός. Εἰ γὰρ μὴ Υἱὸς, οὐδὲ λόγος· καὶ εἰ μὴ λόγος, οὐδὲ Υἱὸς. Τὸ γὰρ ἐκ τοῦ Πατρὸς Υἱός ἐστι. Τί δέ ἐστιν ἐκ τοῦ Πατρὸς εἰ μὴ Λόγος, ὁ ἐκ καρδίας προελθὼν, καὶ ἐκ γαστρὸς γεννηθείς; οὐ γὰρ ὁ Πατὴρ Λόγος ἐστίν· οὐδὲ ὁ Λόγος Πατήρ ἐστιν· ἀλλʼ ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός· καὶ ὁ μὲν ηεννᾷ, ὁ δὲ γεννᾶται.