Ancient Greek
Chapter 26
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 26
Not analysed yet
26. Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ Υἱὸς οὐκ ἀρχὴν ἔχει τοῦ εἶναι, ἀλλʼ ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ Πατρί ἐστι, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπιστολῇ, λέγων οὕτως, ‘Ὃ ἦν ἀπʼ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεντοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγουτῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν. ᾿Ἐνταῦθα λέγων, ὅτι ἡ ζωὴ οὐ γέγονεν, ἀλλʼ ‘ἦν πρὸς τὸν Πατέρα,ʼ ἐν τῷ τέλει τῆς ἐπιστολῆς τὸν Υἱὸν εἶναί φησι τὴν ζωήν· γράφει δʼ οὖν· ‘Καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος. ᾿Εἰ δὲ ὁ Υἱός ἐστιν ἡ ζωὴ, καὶ αὕτη πρὸς τὸν Πατέρα, καὶ εἰ ὁ Υἱὸς ἦν πρὸς τὸν Πατέρα, λέγει δὲ ὁ αὐτὸς, ‘καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν,ʼ ὁ Υἱὸς ἂν εἴη ὁ Λόγος, ὁ ἀεὶ ὢν πρὸς τὸν Πατέρα. Ὡσπερ δὲ ὁ Υἱὸς Λόγος ἐστὶν, οὕτως ὁ Θεὸς ὁ αὐτὸς ἂν εἴη ὁ Πατήρ. Ὁ μέντοι Υἱὸς κατὰ τὸν᾿ Ἰωάννην ‘Θεὸςʼ οὐχ ἀπλῶς, ἀλλʼ ‘ἀληθινὸς Θεόςʼ ἐστι. Καὶ γὰρ κατὰ τὸν αὐτὸν τοῦτον, ‘καὶ Θεὸς ἦν ὁ Λόγος· ᾿ἔλεγέ τε ὁ Υἱὸς, ‘ἐγώ εἰμι ἡ ζωή. ᾿Οὐκοῦν ὁ Υἱὸς Λόγος ἐστὶ καὶ ζωὴ ἡ οὖσα παρὰ τῷ Πατρί. Πάλιν δὲ τὸ ἐν αὐτῷ τῷ Ἰωάννῃ εἰρημένον, ‘ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός,᾿ δείκνυσι τὸν Υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ λέγει ὁ Ἰωάννης ‘Υἱὸν,᾿ τοῦτον ‘χεῖραʼ ὁ Δαβὶδ ψάλλει λέγων· ‘Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου;’ Οὐκοῦν εἰ ἡ χεὶρ ἐν τῷ κόλπῳ, καὶ ὁ Υἱὸς ἐν κόλπῳ, ὁ Υἱὸς ἂν εἴη ἡ χεὶρ, καὶ ἡ χεὶρ ἂν εἴη ὁ Υἱὸς, διʼ οὗ ἐποίησε τὰ πάντα ὁ Πατήρ. ‘Ἡ χείρ σουʼ γὰρ, φησὶν, ‘ἐποίησε ταῦτα πάντα,ʼ καὶ, ‘τῇ χειρὶ ἐξήγαγε τὸν λαόν· ʼ οὐκοῦν διὰ τοῦ Υἱοῦ. Εἰ δὲ καὶ ‘αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου,ʼ καὶ πάλιν, ‘εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦʼ ὁ ἀγαπητὸς ἄρα ἐστὶν ἡ χεὶρ ἀλλοιωθεῖσα, περὶ οὗ καὶ λέγει ἡ θεία φωνή· ‘Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός,᾿ Ἴσον ἄρα ἐστὶν ‘αὕτη ἡ χείρ μου᾿ τῷ ‘οὗτος ὁ Υἱός μου. ᾿