Ancient Greek · ~2 min
Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ καὶ ἑτέρων τινῶν Ἀρειανῶν κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας, Πρώτη ἐντυχία, ἣν ἐποιήσαντο ἀπερχομένου τοῦ βασιλέως εἰς κάμπον ἐν τῇ Ῥωμανησίᾳ πύλῃ
Athanasius Alexandrinus, Petitiones Arianorum 1-2
Not analysed yet
δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου καὶ τῆς εὐσεβείας σου, ἄκουσον ἡμῶν. ὁ βασιλεὺς εἶπεν· τίνες ἐστὲ καὶ πόθεν; οἱ Ἀρειανοὶ εἶπον· κύριε, Χριστιανοί. ὁ βασιλεὺς εἶπε· πόθεν καὶ ἐκ ποίας πόλεως; οἱ Ἀρειανοὶ εἶπον· Ἀλεξανδρείας. ὁ βασιλεὺς εἶπε· τί βούλεσθε; οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου, ἐπίσκοπον ἡμῖν δός. ὁ βασιλεὺς εἶπεν· ἐκέλευσα τὸν πρότερον, ὅνπερ εἴχετε τὸ πρότερον, Ἀθανάσιον, καθέζεσθαι ἐν τῷ θρόνῳ. οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου τοῦ κράτους· καὶ ἐν ἐξορισμῷ καὶ ἐν κατηγορίᾳ ἐστὶν ἔτη πολλά.