Ancient Greek
482.2
Athanasius Alexandrinus, Sermo De Descriptione Deiparae [Sp.] 482.2
Unproofread scanNot analysed yet
2. Ἠκουσες ἄρα τὸν τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο, ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἤπρευσαν πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. Ἐπορεύθη δὲ καὶ Ἰωσὴφ ἐκ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρεθ, εἰς τὴν Ἰουδαίαν (62), εἰς πόλιν Δαβὶδ, ἥτις καλεῖται· Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατρὸς Δαβὶδ, ἀπογράφεσθαι σὺν Μαριάμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὖσῃ ἐγκύῳ. »Εἰδὲς πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα· Ὁ Κύριος ἐκυοφορεῖτο, καὶ πρώτη ἀπογραφὴ ἐνομοθετεῖτο ὁ πᾶσαν τὴν κτισὶν ἐναπόγραφον ἔχων, καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς φήσας· «Καὶρε καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς (63). »Ἐν τοῖς μικροῖς Ῥωμαϊκοῖς κώδιξι τὴν ἑαυτοῦ μητέρα ἐναπόγραφον γενέσθαι συνειώρει. Τίς μὴ θαύση; Τίς μὴ θαυμάση τὴν τοῦ Κυρίου συγκατάβασιν· Ἄνω ἐλεύθερος, καὶ κάτω ἐναπόγραφος· Ἄνω Υἱός, καὶ κάτω δοῦλος· Ἄνω βασιλεὺς, καὶ κάτω μισθωτός· Ἄνω πλούσιος, καὶ κάτω ἐνδεὴς· Ἄνω προσκυνούμενος, καὶ κάτω φορολογούμενος· Ἄνω θείος θρόνος, καὶ κάτω ἀγροικιχὸν σπήλαιον· Ἄνω ὁ πατρῷος καὶ ἀκατάληπτος κόλπος, καὶ κάτω ἀλόγοτροφετον μικρόν, καὶ φάννον (64). Τίς μὴ θαυμάση μεγάλα ἄνω πράγματα, καὶ μικρὰ κάτω σπάργανα· Ὁ λύων ἐδδέτο· ὁ τρέφων ἐτρέφετο· ὁ ἀκατάληπτος παιδίων ἐφαίνετο· ὁ πηγὰς ἀπολύων (65) μαζὸν ἔδανε· ἔστιν· ὁ πάντα φέρων, ἀνερμηνεύτως ἐφέρετο· ὁ μηδαμοῦ ἀπολιμπανόμενος ἐν μέρει ἀπεριγράπτως περιγραφόμενος. Ὁ τῶν παραδόξων πραγμάτων! Ἡ Ἐλισάβετ ἐν οἰκίαχῳ φαύρῳ ἀπεκίνησε, καὶ ἡ Παρθένος ἐν τῷ μικρῷ σπηλαίῳ ἐγέννησεν· Ἰωάννης ἐπὶ κλίνης, καὶ ὁ Κύριος ἐν φάτνῃ. Οὐχ ἀπλῶς ἡ τοῦ Κυρίου ἐκ Παρθένου γέννησις· οὐχ ἀπλῶς τοῖς σπαργάνοις αὐτὸν κατεῖληφθηναι· οὐχ ἀπλῶς τὸ μαζὸν ἐλκύσαι· οὐχ ἀπλῶς τὸ ἐν φάτνῃ ἀνακλιθῆναι (66)· οὐχ ἀπλῶς τὸ τῇ τοῦ Αὐγούστου ἀπογραφῇ προσκληθῆναι· πάντα διὰ τι, καὶ πρὸς τι, καὶ αἰνιγματώδη. Ἐκ Παρθένου τίττεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοσπλασθέντα πρωτόπλαστον Ἄδαμ διορθώσῃται. Σπαργάνοις κατειλῆχται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύσῃ, δεσμὰ δεσμοῖς λύων, κατὰ τὸ φάσκον ῥητόν· «Σειραὶς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. »Μαζὸν εἰλκύσεν, ἵνα τὸ γάλα τῆς χάριτος βρύσῃ, ὅπερ ἐκ τῆς οἰκείας πλευρᾶς ἀνέλυσε (67)· γάλα γὰρ