Ancient Greek
483.2
Athanasius Alexandrinus, Sermo De Descriptione Deiparae [Sp.] 483.2
Unproofread scanNot analysed yet
3. Καὶ ὅτι ἀληθῆ τὰ λεγόμενα, διὰ βραχέων ἄκουε. Πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως πολλὴ τυραννὶς (68) τὸ τῶν ἀνθρώπων κατείχε γένος· ἀλόγως δὲ τῆς γῆς ἐκυβερνᾶτο χωρίον· ἐνέπαιζον εἰς τὸ βασιλικὸν ἀξίωμα· πολλῶν τῶν ἀνθρώπων πλήθος βασιλέων ἐφυτουργεῖτο· ἑκατὸν ποὺ τῆς ἀνδρᾶς ἔχων ὑφ’ ἑαυτὸν, εὐθέως δὲ τῆς βασιλείας ἐφαστερείζετο σχῆμα. Τοιαύτη τῶν ἔθνῶν ἡ ἀμιλλὰ τοπαρχίας ἀγαπῶντες, καὶ τόπον ἐκ τόπου μὴ διαβαίνοντες, εἰ μὴ τρόπον τινὰ κατ’ ἀλλήλους ὑπάλισαντο. Ταύτης τῆς συγχύσεως χρονουδιουμένης, μόνον ὁ Κύριος κατεδέξατο ἐπὶ γῆς τὸ παρθενικὸν οἴχῃται παλάτιον, εὐθέως τὴν μὲν πολυαρχίας παύει, τὴν δὲ μοναρχίαν φυτουργεῖ, τὴν Ῥωμαίων ἀρχὴν πάντων τῶν ἡγεμονευόντων κληρώσας, κατὰ μίμησιν τῆς ἐπουρανίου διατριβῆς. Ὡσπερ γὰρ ἐν οὐρανῷ μία ἡ τοῦ Θεοῦ βασιλεία κρατεῖ, καὶ πάντες οἱ ἄγγελοι τῇ θελήματι αὐτοῦ ὑποτάσσονται, τῶν δαιμόνων δίκην (69) βαρβάρων ἀφηνιασάντων· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς, εἰ καὶ πολλὰ τὰ ἀνυπότακτα ἔθνη, ἀλλ’ ὅμως μία ἡ τῶν Ῥωμαίων βασιλεία κρατεῖ. Διὰ ταύτην οὖν τὴν εὐταξίαν τὴν πρώτην ἀπογραφὴν ὁ κυφορούμενος βασιλεὺς προσέταξεν ἐπὶ Αὐγούστου συγχροτηθῆναι· ὅθεν καὶ αὐτὸς ἑαυτὸν ἐναπογράψαν γενέσθαι τῇ Ῥωμαίων ἀρχῇ παρεχώρησε πρὸς βεβαίωσιν τῶν θεσπισομένων νόμων. Τότε γὰρ βασιλέως νόμος κρατεῖ, ὅτε ὁ νομοθέτης βασιλεὺς πρῶτος πληρώσῃ τὸν νόμον. Ὁ γὰρ (70) νομοθετῶν καὶ μὴ πληρῶν καθαίρετός ἐστιν, ἢ (71) νομοδότης. Διὰ τὴν προλεχθεῖσαν οὖν εὐταξίαν, ἡ ἐπὶ Αὐγούστου ἀπογραφὴ πρώτη γέγονεν, ὅπως καὶ ἡ τοῦ νόμου λατρεία μετενεχθῇ, καὶ τὸ τῶν Ἰουδαίων φύλον καταργηθῇ (72) πρὸς τὸ μὴ ἐξεῖναι λοιπὸν τοῖς ἀτάκτοις