Ancient Greek
164.37 to 164.53
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 164.37-53
Unproofread scanNot analysed yet
καὶ ὕστερον συμπτώματι τοῦ οἴκου, θλίψας τὸν Ἰσραὴλ ἔτη μ´. Καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη κ´. Ποιοῦνται οὖν οἱ πάντες κριταὶ εἰς ιγ´· τὰ δὲ ἔτη αὐτῶν υια´. Bιβλίων η´, Ῥούθ. 12. Οὕτω λέγεται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ῥοὺθ ἱστορίαν μόνην περιέχει. Ἔστι δὲ αὕτη ἡ Ῥοὺθ τὸ μὲν γένος Μωαβίτις, καὶ ἐν σωφροσύνῃ διαπρέψασα. Ἀποσταξάμη δὲ τῇ συγγενείᾳ καὶ τῇ πατρικῇ δεισιδαιμονίᾳ, μετέβαλεν εἰς θεοσέβειαν, καὶ μετῆλθεν εὐθὺς εἰς Βηθλέεμ τῆς Ἰουδαίας, ἔκει τε ἐξῦγχθη τῷ Βοὸς ἐκ φυλῆς Ἰούδα τυγχάνοντι, καὶ λοιπὸν ἐξ αὐτῆς γενεαλογεῖται ὁ Δαβὶδ οὕτως· Βοὸς ἐκ τῆς Ῥοὺθ γεννᾷ τὸν Ὠβὲθ· Ὠβὲθ δὲ τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ τὸν Δαβὶδ. Bιβλίων θ´, Βασιλειάων πρώτη καὶ δευτέρα. 13. Βασιλεῖα ὀνομάζεται τὰ βιβλία, ἐπειδὴ καὶ τὰς πράξεις τῶν γενομένων βασιλέων ἐν τῇ Ἰούδα καὶ τῷ Ἰσραὴλ, καὶ τὰ ἔτη αὐτῶν περιέχει. Διελη-