Ancient Greek
166.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 166.2
Unproofread scanNot analysed yet
Διεῖλον ε’, Βασιλειαι τρίτη καὶ τετάρτη. 15. Ἐν μὲν οὖν τῇ τρίτῃ πάλιν περιέγεται, ὅτι, γηράσαντος τοῦ Δαβὶδ, ἐπαίρει ἑαυτὸν Ἀδωνίας ὁ υἱὸς αὐτοῦ, καὶ χωρὶς τοῦ πατρὸς ἀναγορεύει ἑαυτὸν βασιλέα. Καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ, ἀποστέλλει Ναθὰν τὸν προφήτην, καὶ Σαδὼκ τὸν ἱερέα, καὶ Βανέαν υἱὸν Ἰωβὰδ, καὶ ἐντέλλεται αὐτοῖς, καὶ χρίουσι τὸν Σαλωμῶνα εἰς βασιλέα ἐτι ζῶντος τοῦ Δαβὶδ. Ὁ μὲν οὖν Ἀδωνίας εὐθὺς καταλύεται· ὁ δὲ Σαλομὼν, διαδεξάμενος, οἰκοδομεῖ τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τείχος Ἱερουσαλὴμ ἐν ἑπτὰ ἔτεσιν. Ἦσαν δὲ αὐτῷ ἀπὸ τῶν προσηλύτων ἀρόντες μὲν ἀρσιν ἑβδομήκοντα χιλιάδες· λατομοῖ δὲ πάλιν ἀπὸ τῶν προσηλύτων μυριάδες ὀκτώ. Ἐπιστατοῦντας δὲ τοῖς ἔργοις εἶχε τριακίδους (10) εἴκοσι. Καὶ εἰς μὲν τὴν τροφὴν αὐτῶν καὶ τὰ δόνατα δώδεκα ἦσαν οἱ χορηγοῦντες ἑκαστοῦ μῆνα. Καὶ ἦν τὸ καθ’ ἡμέραν αὐτῶν τοῦτο· λ’ χοροὶ σιμιδῆλεως, ξ’ κοροὶ ἀλεύρου κεκοπανισμένου, μῆναι ἐκλεκτοὶ δέκα, βόες δὲ νομάδες εἴκοσι, πρόβατα ρ’, ἐκτὸς ἐλάφων καὶ δορκάδων, καὶ ὀρνίθων ἐκλεκτῶν σιτευτῶν. Ἄγελὴν δὲ εἶχε θηλείων μὲν ἵππων τοξάδων μυριάδας τέσσαρας, ἵππων δὲ εἰς ἄρματα χιλιάδας ιβ’. Παιδῶν δὲ εἶχε πολύν· ἐν γὰρ τῷ ἐνὶ ἐνιαυτῷ τοῦ κομισθέντος αὐτῷ χρυσίου ἦν ὁ σταθμὸς, τάλαντα χζ’, χωρὶς τῶν φόρων τῶν Ἰσπεταγμένων. Καὶ ἡ βασιλισσὰ δὲ Σαβὰ ἐλθοῦσα πρὸς αὐτόν, δέδωκεν αὐτῷ χρυσίου τάλαντα ρχ’, καὶ