Ancient Greek
168.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 168.1
Unproofread scanNot analysed yet
Ἰωάχας, καὶ Ἐλιακίμ, καὶ Ἰωακεὶμ, καὶ Ματθανάν, καὶ Ματθαναν, καὶ Σεδεκία· τῶν δὲ ἐν Σαμαρείᾳ Ὀχοζίου, καὶ Ἰωράμ, καὶ Ἰού, καὶ Ἰωάχας, καὶ Ἰωάς, καὶ Ἱεροβοάμ, καὶ Ζαχαρίου, καὶ Σελλούμ, καὶ Μαναάμ, καὶ Φακεσίου, καὶ Φαχέε, καὶ Ὠσέῃ· καὶ περὶ προφητῶν, Ἠλίας, καὶ Ἠλισαΐε, καὶ Ἠσαΐου, καὶ Ἱερεμίου, καὶ ὅτι ἡ μὲν βασιλεία Σαμαρείας πέπταυται ἐπὶ Ὠσέῃ, ὑπὸ Ἠλὰ τῷ καὶ σφάξαντι τὸν Φαχέε υἱὸν Ῥομελίου· ἡ δὲ τῆς Ἱερουσαλὴμ βασιλεία πέπταυται ἐπὶ Σεδεκία. Καὶ αὐτὸς γὰρ ἀπήχθη εἰς Βαβυλῶνα, καὶ ἀφαιρεθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, εἰς μύλας ἐδλήθη ἐτῶν κγ'. Μετὰ ταῦτα, ὑψωσεν αὐτὸν τὸν Ἰωακεὶμ βασιλεύς Βαβυλῶνος, καὶ ἔδωκεν αὐτῷ τὸν θρόνον ἐπάνω τῶν ἑαυτῷ βασιλέων, καὶ συνήθισε καὶ συνέπινε μετ' αὐτοῦ ἕως ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐπὶ τοῦτως λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἀλώσης.