Ancient Greek
171.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 171.2
Unproofread scanNot analysed yet
Ἰοάχας υἱὸς αὐτοῦ ἔτη ιζ' καὶ ἐποίησε τὸ πονηρόν. Ἰωὰς υἱὸς αὐτοῦ ἔτη ις' καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπολέμει τὴν Ἱερουσαλήμ, καὶ ἔλαβε τὸ χρυσίον καὶ τὰ σκεύη. Ἱεροβοάμ υἱὸς αὐτοῦ ἔτη μα' καὶ ἐποίησε τὸ πονηρόν. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας εξ', καὶ ἐποίησε τὸ πονηρόν. Ἔως τούτου τὸ γένος Ἰοῦ γεγόνασιν υἱοὶ τέτταρτοι. Σελλοὺμ ἐτέρου γένους υἱὸς Ἰαδὶς ἡμέρας λ' καὶ ἐποίησε τὸ πονηρόν. Μαναὴμ ἄλλου γένους υἱὸς Γαδδὴ, ἔτη κ'· καὶ ἐποίησε τὸ πονηρόν. Φαχαλὲς υἱὸς αὐτοῦ, ἔτη ι'· καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου Ἠσαΐας καὶ Ὠσὴ ἦσαν προφητεύοντες. Φαχὲς ἄλλου γένους, υἱὸς Ῥομελίου, ἔτη κ'. Οὗτος ἐσφάξε τὸν Φαχαλὲν, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἐπὶ τούτου ἦσαν Ἠσαΐας καὶ Ὠσὴ οἱ προφῆται. Ὠσὴ ἐτέρου γένους, υἱὸς Ἠλά, ἔτη θ'. Οὗτος ἐσφάξε τὸν Φαχὲς, καὶ ἐποίησε τὸ πονηρόν, πλὴν οὐχ ὡς οἱ πρὸ αὐτοῦ.