Ancient Greek
182.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 182.2
Unproofread scanNot analysed yet
Βιβλίον ιζ’, Ἄσμα ἀσμάτων. 24. Τοῦ Σολομῶντος ἐστι καὶ τοῦτο τὸ βιβλίον συγγραφή, καθὰ προεδηλώται. Ὄλον δὲ αὐτὸ γέγραπται ἀπ’ ἀρχῆς μέχρι τέλους μυστικῶς μετὰ ἀλληγορίας αἰνιγματοῦς. Οὐ γὰρ ἐν τῷ προφανεῖ, ἀλλ’ ἐν ἀπορρήτῳ κέκρυπται τῶν ἐν αὐτῷ δογμάτων ὁ νοῦς. Ἐρευνώμενος δὲ εὑρίσκεται, διότι μετὰ ἀλληγορίας ἐντυγχάνειν ὅλῳ τούτῳ προσῆκει τοὺς συνετοὺς· ἵνα μὴ μὴ οἱ ἄγνωτοι τῶν ἀμαθῶν εἰς ἀτιμίαν ἐμπέσῃ τὰ εἰρημένα. Ἄσμα δὲ ἀσμάτων διὰ τοῦτο καλεῖται, ἐπειδὴ μετὰ μὲν τὰ ἄλλα ἄσματα τούτο, μετὰ δὲ τοῦτο οὐκ ἔστι ἄλλο προσδοκᾶν ἔστιν· ἄλλο δὲ λέγω οὐ βιβλίον, ἀλλὰ τὸ ἐκ τοῦ βιβλίου σημαίνωμενον. Ὁ δὲ λέγω τοιούτον ἐστι· Πᾶσα ἡ θεία Γραφὴ περὶ τῆς εἰς ἡμᾶς καθόδου τοῦ Λόγου καὶ ἐνσάρκου παρουσίας αὐτοῦ προφητεύει. Τοῦτο γὰρ τὸ βούλημα