Ancient Greek
189.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 189.1
Unproofread scanNot analysed yet
προφητεύει περὶ τοῦ Σωτῆρος διὰ πολλῶν, καὶ σημαίνει αὐτὸν ἐξέρχεσθαι ἐπὶ ὄνον καὶ πῶλον ὑποζύγιον. #37 Μαλαχίας, ιβʹ. Καὶ οὗτος μετὰ τὴν αἰχμαλωσίαν γέγονεν ἐπὶ Δαρείου. Λῆμμα δὲ λόγου Κυρίου ἐν χειρὶ ἀγγέλου αὐτοῦ, καὶ προφητεύει ἐπὶ τὸν Ἰσραήλ. Ὀνειδίζει δὲ τὸν Ἰσραὴλ ἐπὶ ταῖς παραβάσεσι, καὶ μέμρεται ἐπὶ τῇ ἀμελείᾳ τῶν δεκάτων, καὶ τῆς πρὸς τοὺς πτωχοὺς κοινωνίας. Προφητεύει δὲ περὶ τῆς ἡμέρας τῆς κρίσεως, καὶ τῆς τοῦ Σωτῆρος ἐπιλάμψεως, καὶ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἀποστέλλεσθαι τὸν Ἡλίαν σημαίνει.