Ancient Greek
191.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 191.2
Unproofread scanNot analysed yet
Βιβλίον Ἑσθήρ. 42 Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ἑσθήρ ἱστορίαν περιέχει, πῶς ὁ Θεὸς δι' αὐτῆς, μέλλοντας ἀπόλλυσθαι παγγενεῖ τοὺς Ἰουδαίους, αὐτοὺς μὲν διέσωσε, τὸν δὲ Ἄμαν, τὸν θελήσαντα ἐπιβουλεύσαι, ἐπάταξεν. Ἡ δὲ ἱστορία γέγονεν ἐν Σούσις, καὶ ἔστιν αὕτη. Ἀρταξέρξης ὁ βασιλεύς, ἐκβαλὼν τὴν ἰδίαν γυναῖκα, ἐζήτησεν ἐν τῇ βασιλείᾳ αὐτοῦ τὴν πάντων καλλιστεύουσαν καὶ ὡραιόταταν λαβεῖν ἑαυτῷ γυναῖκα. Καὶ εὑρέθη ἡ Ἑσθήρ, τὸ γένος Ἰουδαία τυγχάνουσα. Ἦν δὲ καὶ Μαρδοχαῖος συγγενὴς αὐτῆς ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης ἐπὶ Σεδεκίου ἐν αὐτῇ τῇ χώρᾳ. Ὁ οὖν βασιλεύς, μέγα ποιήσας τινὰ τῶν ἑαυτοῦ, λεγόμενον Ἄμαν, ἐκέλευσε πάντας αὐτὸν προσκυνεῖν. Ἄλλὰ τοῦ Μαρδοχαίου διὰ τὴν πρὸς τὸν Θεὸν λατρείαν μὴ προσκυνούντος αὐτόν, ὠργίσθη ὁ Ἄμαν· καὶ μαθὼν, ὅτι Ἰουδαῖός ἐστι, πείθει τὸν βασιλέα Ἀρταξέρξην, ἵνα γράφῃ, ὥστε πάντας τοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ἀπορρίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῇ β' μηνί. Τοῦτο τοίνυν μαθὼν ὁ Μαρδοχαῖος, ἐπένθει, καὶ νηστεύων προσέπεσε τῇ Ἑσθήρ, δέων παρ' αὐτῆς βοήθειαν γενέσθαι. Ἡ τοίνυν Ἑσθήρ, νηστεύσασα, καὶ εὐχάμενη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ βασιλικῷ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐχ γὰρ ἔξον εἰσελθεῖν ἀκλητῇ), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ θαρροῦσα τῇ εὐχῇ· εἶτα τοῦ βασιλέως θαυμάζοντος τὸ ξένον, ἔπεσεν ἑκείνη ἀπὸ τοῦ φόβου. Ὁ δὲ Θεὸς μετέβαλε τὸν θυμὸν τοῦ βασιλέως εἰς διέθεσιν καὶ πρᾳότητα, καὶ ἀναστὰς ἐδάστωσε τὴν γυναῖκα, καὶ παρέκαλε αὐτὴν μὴ φοβεῖσθαι· ἀλλὰ καὶ ἡξίωσεν αὐτὴν αἰτησάσθαι, εἰ τί βούλοιτο. Ἡ δὲ ἐπὶ δεῖπνον ἡξίωσεν ἐλθεῖν αὐτὸν τε τὸν βασιλέα καὶ τὸν Ἄμαν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Ὁ μὲν οὖν Ἄμαν, διαχυθεὶς καὶ γαυρῶν, ὡς ἀξιώθεις ὑπὸ τῆς βασιλίσσης κληθῆναι, ἐπὶ μᾶλλον ἐπήρετο κατὰ τοῦ Μαρδοχαίου, καὶ ποιήσας κοπήν ξύλον μέγα, ἐβούλετο τὸν Μαρδοχαῖον εἰς αὐτῷ τῇ ἐξῆσθμέρᾳ κρεμάσαι· ὁ δὲ βασιλεύς, κατὰ τινα πρόνοιαν ἀγαθὴν ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶσαι, ἐκέλευσεν ἀναγιγνώσκεσθαι αὐτῷ τῶν πράξεων αὐτοῦ τὰ ὑπομνήματα. Καὶ ἀναγιγνοσκomenōn αὐτῶν, εὑρε πράξιν ἀγαθὴν εἰς αὐτὸν γενομένην ὑπὸ τοῦ Μαρδοχαίου. Δυο γὰρ εὐνοῦχους, μέλλοντας ἐπιβουλεύειν τῷ βασιλεῖ, προσηγγείλεν αὐτῷ τῷ βασιλεῖ, καὶ ἤλεγξεν. Ὁ τοίνυν βασιλεύς, ἀποδεξάμενος τὴν προαίρεσιν τοῦ Μαρδοχαίου, ἐζήτει τινὴ ἀξίαν παρασχέιν τῷ τοιούτῳ. Ὡς δὲ εἰσῆλθε πρῶτος αὐτὸν ὁ Ἄμαν, ἐπυνθάνετο ὁ βασιλεὺς αὐτοῦ, ὁποίας καὶ τῆς ἀξίας ἐστίν, ὁ βασιλέα εὐεργετήσας. Ὁ δὲ Ἄμαν, νομίζων περὶ αὐτοῦ συνθάνεσθαι τὸν βασιλέα, εἶπεν, ἄξιον εἶναι τὸν