Ancient Greek
192.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 192.2
Unproofread scanNot analysed yet
Βιβλίον Ἰουδῖθ. 43. Λέγεται τὸ βιβλίον οὕτως, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ἰουδὶθ ἱστορίαν περιέχει· πῶς ὁ Θεὸς πολεμουμένων καὶ πολιορκουμένων ὑπὸ τοῦ Ὀλοφέρνης τοὺς υἱοὺς Ἰσραὴλ δι᾿ ἐκείνης ἔσωσε μὲν τοὺς λαούς, τὸν δὲ Ὀλοφέρνην ἑπάταξεν. Ἡ δὲ ἱστορία αὕτη. Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Ἀσσυρίων, πόλεμον ἔχων πρὸς Ἀρφαξὰδ βασιλέα Μηδῶν, ἡτήσε συμμάχων παρὰ τῶν ἐθνῶν πάντων ἔξω Αἰγύπτου. Μὴ δεδωκότων δὲ αὐτῷ, ἀλλὰ ἀντειργαζομένων πάντων, μετὰ τὸ νικῆσαι καὶ περιγενέσθαι τὸν Ἀρφαξὰδ, ἔθετο κατὰ τῶν μὴ δολοκωτῶν πόλεμον, καὶ ἀπέστειλε τὸν Ὀλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ᾿ αὐτῶν. Τὰ μὲν οὖν ἄλλα πάντα ἔθνη ἔλαβε, καὶ τὰ εἴδωλα αὐτῶν συνέτριψεν· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἑσφαλισαντο ἑαυτούς, καὶ οὐχ ὑπήκουσαν τῷ Ὀλοφέρνη, οὔτε ἐφοβήθησαν αὐτοῦ τὴν ἀπειλὴν. Ὁ τοίνυν ἱερεὺς Ἰωακὶμ ἑγράψεν τοῖς ἐν Βεθουλοῦφ φράσαι τὴν ὁδὸν Ὀλοφέρνη, ἐπειδὴ ἐκεῖθεν ἡν αὐτοῦ ἡ ὁδός. Καὶ ἑώραξεν. Καὶ ὁ μὲν Ὀλοφέρνης παρετάξατο εἰς πόλεμον· Ἀχιὼρ δὲ ὁ ἡγούμενος τῶν υἱῶν Ἀμμων συνεβούλευσε τῷ Ὀλοφέρνη μὴ πολεμεῖν πρὸ ἔθνει τῶν Ἐβραίων, διὰ τὸ ὑπερασπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς ὁ Ὀλοφέρνης ἀπέστειλεν αὐτὸν εἰς Βεθουλοῦν, ἀπειλήσας ἀναίρεσιν αὐτόν, εἰ περιγένοιτο τῶν Ἐβραίων. Ὁ μὲν οὖν Ἀχιὼρ ἡν ἐν τῇ Βεθουλοῦφ ἀναπαυόμενος· ὁ δὲ Ὀλοφέρνης ἐπολιόρχει τὴν πόλιν, προκαταλαβὼν τὰ ὕδατα. Ἦδη δὲ τοῦ λαοῦ ἐκλυθέντος διὰ τὸν δίψον, καὶ μελλόντων ἐκδοῦναι τὴν πόλιν τῶν ἀρχόντων, ἡ Ἰουδὶθ, ἀποβαλοῦσα τὰ τῆς χρυσοῦς ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα, καὶ δι᾿ ὃν ἑμενεν ἡπτεῦσσα), ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην· καὶ πολλὰ παρακαλέσασα τοὺς ἄρχοντας, ὥστε μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν ε᾿, ἐξῆλθεν αὐτὴ πρὸς τὸν Ὀλοφέρνην, καὶ τῇ σοφίᾳ αὐτῆς ἀπατήσασα αὐτόν, τῇ