Ancient Greek
195.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 195.2
Unproofread scanNot analysed yet
46 Βιβλίον Σοφίας Ἰησοῦ νιοῦ Σιράχ. 46. Ἰησοῦς οὖτος Σιράχ μὲν ἦν υἱός, ἐγγονὸς δὲ A Ἰησοῦ ὁμωνύμως αὐτῷ. Οὗτος οὖν ἐν χρόνῳ γέγονε κάτω μετὰ τὴν αἰχμαλωσίαν, καὶ ἀνάληψιν, καὶ μετὰ τοὺς προφήτας ἀπαντας. Ὅ ν πάππος αὐτοῦ Ἰησοῦς, καθὰ αὐτὸς μαρτυρεῖ, φιλόπονος τε γέγονεν ὁ ἀνὴρ καὶ προνοημάτος, ὃς οὐ μόνον τὰ ἑτέρων τῶν πρὸ αὐτοῦ συνετῶν ἀνδρῶν ἀποφθέγματα συνήγαγεν, ἀλλὰ καὶ αὐτὸς διὰ τινὰ ἀπεροθέτησεν, πολλῆς σοφίας καὶ συνέσεως γέμοντα. Ἐπεὶ οὖν τὴν βίβλον ταύτην ὁ α' Ἰησοῦς (22) καταλιπὼν ἐξ ἀνθρώπων ἤχθη, Σιρὰχ ὁ υἱὸς μετ' αὐτὸν λαβὼν, πάλιν τῷ οἰκαίῳ παιδὶ κατέλιπεν Ἰησοῦ. Ὥς δὲ ταύτης λαβόμενος, εἰς ἐν ἅπασαν ἐναρμόδιον σύνταγμα ποιησάμενος, Σοφίαν ἐπὶ τε τῷ αὐτοῦ, καὶ τῷ τοῦ Πατρὸς, καὶ τῷ τοῦ πάππου ὀνόματι ἐπιχέκλινεν, ἐξ αὐτοῦ τοῦ τῆς σοφίας ὀνόματος ἀγαπητὸν μᾶλλον ἔχειν τὸν ἀκροατὴν πρὸς τὴν αὐτὴν τῆς βίβλου μελέτην ἐπισπώμενος. Λόγους οὖν φρονήσιως, αἰνίγματά τε καὶ παραβολὰς περιέχει, καὶ μερικὰς τινὰς παλαιὰς θεοφιλεῖς ἱστορίας, περὶ τε ἀνδρῶν εὐαρεστησάντων τῷ Θεῷ, καὶ εὐχὴν καὶ ὕμνον αὐτῶν. Ἐστὶ δὲ ὧν ὁ Θεὸς εὐαρεστητῶν ἡξίωσε τὸν λαὸν αὐτοῦ, καὶ ὧν ἐπλήσθη κακῶν τοὺς ἐχθροὺς αὐτῶν. Ὀπαδὸς τοίνυν τοῦ Σαλωμῶντος οὗτος ὁ Ἰησοῦς γεγονὼς, οὐδὲν ἦστον ἐκείνου περὶ τὴν σοφίαν καὶ παιδείαν ἠρίστευσε, πολυμαθὴς ἀληθῶς καὶ ὧν καὶ καλούμενος. Ἄλλὰ περιοχὴν μὲν, ὡς ἂν τις εἴποι, ταύτην ἔχει τὸ βιβλίον. Τὴν δὲ ἀνακεφαλαίωσιν ἰστέον οὕτως. Ἐν προοιμίοις μὲν περὶ πάσης σοφίας Κυρίῳ διηγεῖται· ἔπειτα περὶ θυμοῦ, καὶ φόβου, καὶ ἀφοβίας· περὶ ἐπιστήμης σοφίας· περὶ ὀσφορίας, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προστένει Θεῷ· περὶ πειρασμῶν καὶ ὑπομονῆς· περὶ δειλίας καὶ ἐκλύσεως· περὶ ἀγάπης Κυρίου· περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς· περὶ πραΰτητος καὶ ἐπιεικείας ταπεινοῦ· περὶ προτετῶν καὶ ἀνυποτάκτων· περὶ ἡσέσεως τῶν μὴ προστεταγμένων· περὶ σκληροκαρδίου καὶ ὑπερηφάνου, περὶ συνετοῦ καὶ εὐμαθοῦς (23), καὶ ἐλεημόνου καὶ ὀρφανῶν προστάτου· περὶ φίλων ὑποτακτικῶν καὶ ἐπιεικῶ· περὶ ἀνυψώσεως υἱῶν τῆς σοφίας· περὶ ἀνυποταξίας πονηρῶν· καὶ περὶ αἰσχύνης βλαβερᾶς καὶ ἐπωφελούς· μὴ πρὸ τῶν ἔργων τοὺς λόγους, μηδὲ ἐθελοδιδάσκαλος γίνου. Περὶ τοῦ μὴ δεῖν δεδόσθαι πόθῳ χρημάτων, μηδὲ οἴεσθαι ἀτιμωρητὶ ἀμαρτάνειν, κἂν παρασκευὴ μὴ δῶμεν τὴν τιμωρίαν· μακρόθυμος γὰρ ἐστιν ὁ Θεός· δεῖν τε ἐξιλάσκεσθαι αὐτὸν, καὶ μὴ πορευθῆναι ἐν ἐπιθυμίᾳ καρδίας. Περὶ τοῦ μὴ περιφέρεσθαι παντὶ ἀνθρώπῳ, καὶ περὶ φιλανρίας καὶ ὑπερφανίας· περὶ φιληδονοῦ· δοκιμασία πιστοῦ καὶ ἀπίστου· περὶ παιδείας Κυρίου, ὅτι ἀπὸ νεότητος ἕως γῆρας ἐπιθυμεῖν αὐτὴν δεῖ· περὶ ἀκροάσεως ἀνωφελούς· περὶ τοῦ μὴ προδιδόναι φίλον, μηδὲ ἀπογεῖν γυναικὸς σοφῆς· περὶ οἰκετῶν, περὶ κτημάτων· περὶ τέκνων· περὶ γυναικῶν· περὶ τοῦ μὴ κακοποιεῖν, ἢ φιλαρχεῖν, ἢ καταφρονεῖν ἀμαρτάνειν. Περὶ τοῦ μὴ ψεύδεσθαι ἀδελφῷ, μηδὲ λυπερεῖν ἐπὶ προσόντερον, μηδὲ δευτερώσαι λόγον· περὶ δόξης πα-