Ancient Greek
202.39 to 203.23
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 202.39-203.23
Unproofread scanNot analysed yet
Εἶτα σταυροῦται. Εἰστήκεισαν αἱ περὶ Μαρίαν θεωροῦσαι μακρόθεν τὰ γινόμενα. Λαμβάνει τὸ σῶμα τοῦ Κυρίου Ἰωσήφ. Αἰτοῦσι τὴν κουστωδίαν οἱ Ἰουδαῖοι. Αἱ περὶ Μαρίαν ἤλθον ἐσπέρας εἰς τὸν τάφον, καὶ σεισμὸς ἐγένετο. Ἦκουσαν παρὰ τοῦ ἀγγέλου, ὅτι ἀνέστη. Πέμπονται ὑπὸ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητάς. Ἦκουσαν οἱ Ἰουδαῖοι περὶ τοῦ σεισμοῦ καὶ τῆς ἀναστάσεως, καὶ ἔδωκαν χρήματα τοῖς φυλάξιν, ἵνα ψεύσωνται. Ἦλθον οἱ μαθηταὶ πρὸς τὸν βάπτισμα. <note>48. Ἰωάννης βαπτίζει τοὺς Ἰουδαίους. Ἔρχεται ἀπὸ Ναζαρεθ ὁ Χριστός, ἐδαπανήθη, καὶ ἤλθεν εἰς τὴν ἔρημον πειρασθῆναι. Εἶτα εἰς τὴν Γαλιλαίαν, παραδοθέντος Ἰωάννου, καὶ καλεῖ τοὺς περὶ Πέτρον καὶ Ἰάκωβον. Εἰσέρχεται εἰς Καπερναοῦμ, διδάσκει,</note> θεραπεύει τὸν δαιμονιζόμενον ἐκεῖ, εἶτα τὴν πενθε- ρὴν Πέτρου, καὶ πολλοὺς ἐν τῇ ἑσπέρᾳ ἴασται, ἐξῆλθεν εἰς τὴν ἔρημον, περιῆγεν τὴν Γαλιλαίαν. Θεραπεύει τὸν λεπρόν. Ἔρχεται εἰς Καπερναούμ. Ἴασται τὸν παραλυτικόν· διδάσκει τὸν ὄχλον. Καλεῖ τὸν Λευὶ τὸν Ἀλφαῖον. Ἔσθιε μετὰ τῶν τελῶνων. Ἐγκάλουσιν οἱ Φαρισαῖοι ὑπὲρ τούτου. Οἱ μαθηταὶ Ἰωάννου ὑπὲρ τῆς νηστείας αἰτιῶνται· ὁ δὲ ἀπολογεῖται. Διέρχεται διὰ τῶν σπορίμων. Θεραπεύει τὸν τὴν ξηρὰν χεῖρα [ἔχοντα]. Ἀναχωρεῖ πρὸς τὴν θάλασσαν. Ἀκολουθεῖ αὐτῷ πλῆθος πολύ. Ὁμολογοῦσιν οἱ δαίμονες. Προσκαλεῖται τοὺς δώδεκα, ἵνα ἀποστείλῃ αὐτούς. Τότε λέγουσιν οἾ Ἰουδαῖοι· «Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαίμονια. Ἔρχεται ἡ Μήτηρ αὐτοῦ πρὸς αὐτόν. Ἐμβαίνει εἰς τὸ πλοῖον. Λέγει τὴν παραβολὴν τοῦ σπείροντος, τὴν τοῦ ἀγροῦ, τὴν τοῦ σινάπεως. Χειμαζονται ἐν τῇ θαλάσσῃ οἱ μαθηταί. Ἐπιτιμᾷ τῇ θαλάσσῃ ὁ Χριστός· θεραπεύεται ὁ δαιμονιῶν ἐν τῇ χώρᾳ τῶν Γεργεσινῶν. Οἱ χοῖροι πνίγονται. Ἥλθεν εἰς τὸ πέραν, καὶ Ἰάστρος ὑπὲρ τῆς θυγατρὸς αἰτεῖ. Εἶτα ἡ αἱμορροοῦσα ἴασται. Ἥλθεν εἰς τὴν πατρίδα, σκανδαλίζονται ἐπ᾽ αὐτῷ. Ἐνταῦθα λέγει· «Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. »Πέμπει τοὺς μαθητάς, ἀνὰ δύο, ἐντελλάμενος πολλά. Εἶτα τὰ κατὰ Ἡρῴδην καὶ Ἰωάννην. Ἐπανήλθον οἱ