Ancient Greek
207.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 207.2
Unproofread scanNot analysed yet
#50 Βιβλίον δ', κατὰ Ἰωάννην. Θεολογεῖ ὁ Ἰωάννης τὸν Χριστόν. Λέγει περὶ τοῦ Βαπτιστοῦ· εἶτα περὶ τοῦ Χριστοῦ, καὶ τῆς ἐνανθρωπήσεως. Ἀποκρίνεται ὁ Βαπτιστὴς πρὸς τοὺς ἀποσταλέντας πρὸς αὐτόν. Τῇ ἐπαύριον μαρτυρεῖ τῷ Ἰησοῦ, ὅτι τὸ Πνεῦμα κατέβη ἐπ' αὐτόν. Τῇ ἐπαύριον πάλιν μαρτυρεῖ τῷ Ἰησοῦ. Καὶ κολλῶνται αὐτῷ οἱ περὶ Ἀνδρέαν. Ἄγει τὸν Πέτρον ὁ Ἀνδρέας πρὸς αὐτόν. Τῇ ἐπαύριον καλεῖ τὸν Φίλιππον ὁ Ἀνδρέας πρὸς αὐτόν. Τῇ ἐπαύριον καλεῖ τὸν Φίλιππον ὁ Ἰησοῦς, ἐξελθὼν εἰς τὴν Γαλιλαίαν. Οὗτος ἄγει τὸν Ναθαναὴλ πρὸς αὐτόν. Μαρτυρεῖ αὐτῷ ὁ Ἰησοῦς. Ὁ γάμος ἐν Κανὰ γίνεται. Εἶτα ἔρχεται εἰς Καπερναοῦμ. Ἀναβαίνει εἰς Ἱεροσόλυμα ἐν τῷ Πάσχα· ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰς περιστεράς. Πολλοὶ πιστεύουσι εἰς αὐτόν. Εἶτα τὰ κατὰ Νικόδημον. Εἶτα ἔρχεται εἰς τὴν Ἰουδαίαν, καὶ ἐβάπτιζον οἱ μαθηταὶ αὐτοῦ. Ἀπαγγέλλεται τῷ Ἰωάννῃ. Ἀκούσας ὁ Ἰησοῦς, ὅτι ἔμαθον οἱ Φαρισαῖοι, κατέβη εἰς τὴν Γαλιλαίαν διὰ τῆς Σαμαρείας. Εἶτα τὰ κατὰ τὴν Σαμαρείτιν. Πιστεύουσι οἱ Σαμαρεῖται. Ἔρχεται εἰς Κανὰ ὁ Ἰησοῦς, καὶ ὁ βασιλίσκος προσέρχεται· ὑπὲρ τοῦ υἱοῦ. Ἀνῆλθεν εἰς Ἱεροσόλυμα, καὶ τὸν ἐν λη' ἔτεσι παραλελυμένον ἴασται ἐν Σαββάτῳ. Ἔζητουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Λέγει αὐτοῖς ὅτι παρὰ Θεοῦ πέμφθη. Ἀπῆλθε πέραν τῆς Τιβεριάδος· ἦν δὲ τὸ Πάσχα. Τρέφει τοὺς ὄχλους. Ἦθελήσαν αὐτὸν ποιήσαι βασιλέα,