Ancient Greek
211.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 211.1
Unproofread scanNot analysed yet
λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργῳ δεῖκνύναι δεῖ τὴν πίστιν· καὶ οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλὰ οἱ ποιηταὶ δικαιοῦνται. Περὶ τε πλουσίων παραγγέλλει, ἵνα μὴ προκρίνωνται τῶν πτωχῶν οἱ πλούσιοι ἐν ταῖς Ἐκκλησίαις, ἀλλὰ μᾶλλον καὶ ἐπιπλήττονται, ὡς ὑπερήφανοι. Καὶ τέλος παραμυθισάμενος τοὺς ἀδικοῦντας, καὶ προτρεψάμενος αὐτοὺς μακροθυμεῖν ἕως τῆς παρουσίας τοῦ χριστοῦ, καὶ διδάξας περὶ ὑπομονῆς ἐκ τῶν τοῦ Ἰὼβ χρηστῶν, παραγγέλλει προσκαλεῖσθαι τοὺς πρεσβυτέρους ἐπὶ τοὺς ἀσθενοῦντας, καὶ σπουδάσειν ἐπιστρέφειν τοὺς πλανηθέντας ἐπὶ τὴν ἀλήθειαν· εἰναὶ γὰρ τούτου μισθὸν παρὰ τοῦ Κυρίου ἄφεσιν ἁμαρτιῶν. Καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολὴν.