Ancient Greek
219.3
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 219.3
Unproofread scanNot analysed yet
Δεκάτη, πρὸς Ἑβραίους. 68. Ταύτην ἀποστέλλει ἀπὸ Ἰταλίας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὐτῆς· Ἐπειδή Ἰουδαῖοι ἐνίσταντο ἐν τῷ νόμῳ καὶ ταῖς σκιάς, διὰ τοῦτο ὁ ἀπόστολος Παῦλος, διδάσκαλος ἔθνῶν γενόμενος, καὶ εἰς τὰ ἔθνη ἀποσταλὲς κηρύττειν τὸ Εὐαγγέλιον, γράψας τε πᾶσι τοῖς ἔθνεσι, γράφει λοιπὸν καὶ πᾶσι τοῖς ἐκ περιτομῆς πιστεύσασιν Ἑβραίοις ἀποδεικτικὴν ταύτην Ἐπιστολὴν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας, καὶ τοῦ πεπαύσθαι τὴν σκιὰν τοῦ νόμου. Καὶ πρῶτον μὲν ἀποδεικνύει τοὺς προφήτας διὰ τοῦτο ἀπεσταλθαι, ἵνα περὶ τοῦ Σωτῆρος ἀπαγγείλωσι, καὶ μετ’ αὐτοὺς αὐτὸς ἔλθῃ· δοῦλους τε εἶναι τοὺς προφήτας, καὶ μηνυτὰς τῆς αὐτοῦ παρουσίας· αὐτὸν δὲ τὸν Χριστὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα γέγονε· καὶ ὅτι τοῦτον τὸν Υἱὸν ἔδει ἄνθρωπον γενέσθαι σαρκωθέντα, ἵνα διὰ τῆς τοῦ σώματος αὐτοῦ θυσίας καταργήσῃ τὸν θάνατον· οὐ γὰρ δι’ αἵματος μόσχου ἢ τράγου, ἀλλὰ δι’ αἵματος τοῦ Χριστοῦ ἔσεσθαι τὴν σωτηρίαν τοῖς ἀνθρώποις. Ἀποδεικνύει δὲ, ὅτι ὁ νόμος οὐδένα ἐτελείωσεν, ἀλλὰ σκιὰν εἶχε τῶν μελλόντων ἀγαθῶν, καὶ οὐ κατέπαυσεν ὁ λαός, ἀλλὰ κοινὴ πᾶσιν ἡμῖν ἀπολείπεται ἡ ἡμέρα τῆς καταπαύσεως. Πάλιν δὲ ἀποδεικνύει, ὅτι ἡ ἀρχιερατικὴ λειτουργία μετέθη ἀπὸ Ἀαρὼν εἰς τὸν Χριστὸν, οὗ τύπος ἦν ὁ Μελχισέδεκ, οὐκ ὢν ἐκ τοῦ Λευί· πιστοὶ τε δικαιωθῆναι τοὺς πατέρας