Ancient Greek
220.4
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 220.4
Unproofread scanNot analysed yet
Δωδεκάτη, καὶ αὕτη πάλιν πρὸς Τιμόθεον. 70. Ταύτην ἐπιστολὴν πάλιν πρὸς Τιμόθεον ἀπὸ Ῥώμης. Ἡ δὲ πρόφασις καὶ ταύτης τῆς ἐπιστολῆς ἐστιν οὕτως· Τῶν συναπαγγελλάντων τῷ Παύλῳ καταλειφάντων αὐτόν, βουλόμενος ὁ Ἀπόστολος τὸν Τιμόθεον ἰδεῖν πρὸς αὐτόν, γράφει τὴν ἐπιστολὴν. Καὶ πρῶτον μὲν ὁλοῖ ἑαυτὸν μνημονεύειν αὐτοῦ τε τῆς εὐλαβείας καὶ τῆς τῶν προγόνων αὐτοῦ πίστεως· ἔπειτα δὲ, ὅτι οἱ ἀπὸ Ἀσίας, ὧν ἐστι Φύγελος, καὶ Ἐρμωγένης, ἀπεστράφησαν αὐτόν, ὁρῶντες αὐτοῦ τὰς ἁλύσεις. Τῶν Ὀνησίφορον δὲ ἀπεδέξατο, ἐλθόντα εἰς τὴν Ῥώμην, καὶ προμεῖναντα αὐτῷ. Παραγγέλλει δὲ αὐτῷ παραιτεῖσθαι τὰς μωρὰς ζητήσεις, διὰ τοῦ ἐξ αὐτῶν γεννᾶσθαι μάχας. Καὶ γὰρ Ὑμέναιος καὶ Φλητῆς, οὕτως ἐκτραπέντες, παρέβησαν τὴν ἀλήθειαν, λέγοντες· ἀνάστασιν ἤδη γεγονέναι. καὶ τινὰς ἀναστῆσοσι. Μᾶλλον οὖν παραίνει τούτῳ προσχεῖν ἑαυτῷ καὶ τῇ διδασκαλίᾳ, καὶ εἰδέναι μὲν, ὅτι ἐν ὑστερίοις καιροῖς ἔσονται οἱ ἄνθρωποι φιλήδονοι