Ancient Greek
221.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 221.2
Unproofread scanNot analysed yet
Τρισκαιδεκάτη, πρὸς Τίτον. 71. Ταύτην ἐπιστέλλει ἀπὸ Νικοπόλεως :ἐκεῖ γὰρ παρεχέιμασεν. Ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὐτῆς :B Εἰς μὲν τὴν Κρήτην ἀπέλιπε τὸν Τίτον, ἵνα καταστήσῃ κατὰ πόλεις κληρικούς :πολλῶν δὲ ὄντων ἐκεῖ τῶν ἐπιχειρούντων προσφάσει τοῦ νόμου ἀπατᾶν τοὺς λαούς, μαθὼν ὁ Ἀπόστολος, γράφει. Καὶ πρώτων μὲν εὐχαριστῶν τῷ Θεῷ διὰ τὴν αὐτοῦ εὐλάβειαν, σημαίνει τὴν ἐν Χριστῷ πίστιν μὴ νεωτέραν εἶναι, ἀλλ' ἐξ αἰῶνος ἡτοιμάσθαι, καὶ ἐπηγγελθαι παρὰ τοῦ Θεοῦ ταύτην :ἔπειτα δὲ καὶ περὶ τῆς καταστάσεως τῶν κληρικών. Καὶ τοῦτο διδάσκει, πῶς, καὶ οἷοιποιοι αὐτοὶ εἶναι δεῖ. Καὶ ἐπιτιμῆν δὲ ἐντέλλεται αὐτῷ τοὺς ἀντιλέγονσι τῇ ὑγιαίνουσῃ πίστει :μάλιστα τοὺς ἐκ περιτομῆς, εἰδέναι τε τοὺς Κρήτας, ὅτι ἀργοὶ εἰσι, καὶ χρήζοντας ἐπιτιμίας. Διδάξας τε πάντα τὰ βρώματα καθαρὰ εἶναι τοῖς καθαρῶς, καὶ οἷοίας εἶναι δεῖ τὰς πρεσβύτιδας, τὰς ὀφειλούσας σωφρονεῖν τὰς νέας, παραίνει πῶς δὲ τοὺς δούλους τοῖς ἰδίοις δεσπόταις ὑποτάσσεσθαι. Καὶ τέλος, ὑπομνήσας ὅτι C ἡ τοῦ Σωτῆρος χάρις οὐκ ἐξ ἔργων ἡμᾶς ἐδικαίωσεν, ἀλλὰ τῇ ἰδίᾳ φιλανθρωπίᾳ, καὶ παραγγείλας τὰς νομικὰς μάχας ἐκτρέπεσθαι, ὡς ἀναισχύντους ὄντας, δηλοῖ αὐτῷ, μετὰ τὸ πέμψαι πρὸς αὐτὸν Ἀρτεμᾶν, ἵνα ἔλθῃ πρὸς αὐτόν. Ἐνετείλατό τε αὐτῷ, ὥστε διδάσκειν, καὶ τοὺς αὐτοῦ καλῶν ἔργων προΐστασθαι :καὶ οὕτω τελειοῖ τὴν ἐπιστολὴν.