Ancient Greek
223.8
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 223.8
Unproofread scanNot analysed yet
155 Ταῦτα πάντα ἐξετέθησαν μὲν ὅσον πρὸς εἴδησιν, παραγεγραμμένα δὲ εἰσὶ πάντως καὶ νόθα, καὶ ἀπόδιπλα. Καὶ οὐδὲν τούτων, τῶν ἀποκρύφων μάλιστα, ἐγκριτον ἢ ἐπωφελὲς, ἐξαιρέτως τῆς Νέας Διαθήκης· ἀλλὰ πάντα δίχα τῶν ἀνωτέρω διαληφθέντων, καὶ ἐγκριθέντων παρὰ τοῖς παλαιοῖς σοφοῖς καὶ πατράσιν, ἀποκρυφὴς μᾶλλον ἢ ἀναγνώσεως ὡς ἀληθῶς ἄξια· τὰ τε ἄλλα, καὶ αὐτὰ τὰ καλούμενα ἐν αὐτοῖς Εὐαγγέλια, ἐκτὸς τῶν παραδοθέντων ἡμῖν τεσσάρων τούτων. Εὐαγγέλια γὰρ τέσσαρα ἐθέσπισαν ἡμῖν οἱ ἱεροὶ κανόνες τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· τὸ κατὰ Ματθαῖον, τὸ κατὰ Μᾶρκον, τὸ κατὰ Λουκᾶν, καὶ τὸ κατὰ Ἰωάννην, κατὰ τὴν προφητείαν τῆς ὄψεως, ἣν ἐθεάσατο Ἠζεκιὴλ ὁ προφήτης περὶ τῶν τεσσάρων χερουβίμ. Τέσσαρα γὰρ εἶδε χερουβίμ οὕτως ὁ προφήτης· τὸ μὲν ὅμοιον ἀνθρώπῳ, τοὔστι τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον· τὸ δεύτερον ὅμοιον μόσχῳ, τοὔστι τὸ κατὰ Μᾶρκον Εὐαγγέλιον· τὸ ἄλλο ὅμοιον λέοντι, τοὔστι τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον· τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ, τοὔστι τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον. Παρὰ δὲ ταῦτα τὰ τέσσαρα ἕτερον Εὐαγγέλιον οὐδέν.