Ancient Greek
224.10 to 225.4
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 224.10-225.4
Unproofread scanNot analysed yet
(39) Reg. ὑπάρχων Ἕλλην ἐβαπτίσθη ἐν Ἱεροσολύμοις. Εἶτα τὸν χ. Paulo post Reg. sic habet. . . συγ- A καὶ ἐν δευτέρῳ περιτέμνεται. Καὶ πρὸς διαστροφὴν τῶν Σαμαρειτῶν ἐρμηνεύει καὶ αὐτὸς τὴν θείαν Γραφὴν ὑπὸ Σεβήρου τοῦ βασιλέως μετὰ νϛʹ ἔτη τῆς τοῦ Ἀquilᾶ ἐρμηνείας. Τετάρτη ἐστὶν ἡ τοῦ Θεοδοτίωνος τοῦ Ἐφεσίου. Οὗτος, τῆς αἱρέσεως Μαρκιωνος τοῦ Ποντικοῦ ὢν, μὲν τῆς αἱρέσεως αὐτοῦ (41), ἐρμήνευσε καὶ αὐτὸς ἐπὶ Κομμοῦδου τοῦ βασιλέως ἐν αὐτῷ τῷ χρόνῳ, πρὸς διαστροφὴν τῆς αὐτοῦ αἱρέσεως. Πέμπτη ἐρμηνεία ἐστὶν ἡ ἐν πίθοις εὑρεθεῖσα κεχρυμμένη ἐπὶ Ἀντωνίνῳ βασιλέως τοῦ Καραχάλλα ἐν Ἰεριχώ παρὰ τινὸς τῶν ἐν Ἱεροσολύμοις σπουδαίων. Ἔκτη ἐρμηνεία ἐστὶν ἡ ἐν πίθοις εὑρεθεῖσα καὶ αὐτὴ κεχρυμμένη ἐπὶ Ἀλεξάνδρου τοῦ Μάμμαιος παιδὸς ἐν Νικοπόλει τῇ πρὸς Ἄκτιον (42) ὑπὸ τινὸς τῶν Ὀριγένους γνωρίμων.