Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 1
Athanasius Alexandrinus, Tomus ad Antiochenos 1.1-2
Not analysed yet
Πεπείσμεθα μέν, ὅτι λειτουργοὶ θεοῦ καὶ οἰκονόμοι καλοὶ τυγχάνοντες ἱκανοί ἐστε πρὸς ἅπαντα τὰ τῆς ἐκκλησίας ἁρμόζεσθαι· ἐπειδὴ δὲ καὶ εἰς ἡμᾶς ἦλθεν, ὅτι πλεῖστοι πρότερον διὰ φιλονεικίαν διαιρεθέντες ἀφ’ ἡμῶν νῦν εἰρηνεύειν βούλονται, πολλοὶ δὲ καὶ τῆς πρὸς τοὺς Ἀρειομανίτας σχέσεως ἀποστάντες ἀντιποιοῦνται τῆς πρὸς ἡμᾶς κοινωνίας, ἀναγκαῖον ἡγησάμεθα ταῦτα, ἅπερ ἐγράψαμεν ἡμεῖς τε καὶ οἱ ἀγαπητοὶ ἡμῶν Εὐσέβιός τε καὶ Ἀστέριος, γράψαι τῇ ὑμῶν χρηστότητι καὶ αὐτοί, ἀγαπητοὶ καὶ ὡς ἀληθῶς ποθεινότατοι συλλειτουργοί, χαίροντες μὲν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, εὐχόμενοι δὲ ἵνα καί, εἴ τις ἔτι περιλείπεται μακρὰν ἀφ’ ἡμῶν καὶ εἴ τις ἔτι τοῖς Ἀρειανοῖς συνερχόμενος φαίνεται, οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας, ὥστε πάντας πανταχοῦ λοιπὸν λέγειν· εἷς κύριος μία πίστις.