Ancient Greek
Ὁ πρὸς Ἀντιοχεῖς τόμος Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας, Chapter 1
Athanasius Alexandrinus, Tomus ad Antiochenos 1.2
Not analysed yet
τί γὰρ οὕτω καλὸν ὡς εἶπεν ὁ ὑμνῳδὸς ἢ τί τερπνὸν ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό ; οἶκος δὲ ἡμῶν ἡ ἐκκλησία καὶ φρόνημα εἶναι πρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν κύριον μεθ’ ἡμῶν κατοικήσειν λέγοντα· ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω καὶ ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. ὧδε δὲ ποῦ, ἢ ἔνθα μία πίστις καὶ εὐσέβεια κηρύσσεται;