Ancient Greek
3.2 to 3.3
Athanasius Alexandrinus, Tomus ad Antiochenos 3.2-3
Not analysed yet
τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾶν ἀπὸ τῆς μυσαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν τὸ μὴ διαιρεῖν τὴν ἁγίαν τριάδα καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατὰ τοῦ ἁγίου πνεύματος δυσφημεῖν οὐδὲν πλέον ποιοῦσιν ἢ τὴν ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦνται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν. ἀναθεματιζέσθω δὲ παρὰ πάντων ἡ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως ἀσέβεια καὶ Οὐαλεντίνου καὶ Βασιλείδου ἡ μανία καὶ τῶν Μανιχαίων ἡ παραφροσύνη· τούτων γὰρ οὕτω γινομένων πᾶσα παρὰ πάντων ὑποψία φαύλη περιαιρεθήσεται καὶ μόνη τῆς καθολικῆς ἐκκλησίας ἡ πίστις καθαρὰ δειχθήσεται.